1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

42

ἀγάπην, ἐπειδὴ ὑφ' ἑνὶ κα λύμματι μυρίοι κατὰ ταυτὸν συγκείμενοι κόκκοι, καὶ ἀλλήλοις ἡνωμένοι, ἀλλήλους οὐκ ἀποθλίβουσιν, οὐδὲ διαφθείρουσιν, ὑγιαίνοντες εἰ μή τις σηπεδὼν ἐν μέσῳ γένοιτο· ἔστι δὲ καὶ ἐκ τῶν μέσων διαφραγμά των καὶ ἑτέραν εὑρεῖν θεωρίαν· καὶ γὰρ ἐν τοῖς σω ζομένοις πολλὰ ὁρῶμεν τάγματα· ἄλλο γὰρ τάγμα παρθενευόντων, καὶ ἄλλο ἐγκρατευομένων, καὶ ἄλλο 81.145 τὸν τοῦ γάμου ζυγὸν ἐφελκόντων, καὶ τῶν πλούτῳ περιῤῥεομένων, καὶ ἄλλο τῶν πενίᾳ συζώντων· ἄλλο δούλων τὴν εὐσέβειαν ἀγαπώντων, καὶ ἄλλο δεσπο τῶν ἐννόμως κυριευόντων. Ἔχει τοίνυν καὶ ἡ ῥοὰ οἷόν τινα διατειχίσματα, κατὰ συμμορίας τινὰς τοὺς κόκκους διακρίνοντα· διὰ τοῦτο τὰς τῆς νύμφης ἀποστολὰς παραδείσῳ ῥοῶν ἀπεικάζει· πρῶτον γὰρ αὐτῆς θαυμάζει τὸν τῆς ἀγάπης καρπὸν, λέγει δὲ αὐτὴν καὶ τοῖς ἄλλοις τῆς ἀρετῆς εἴδεσι κομᾷν· "Μετὰ καρποῦ ἀκροδρύων." Εἶτα κατ' εἶδος ταῦτα δι έξεισιν. "Κύπροι γὰρ μετὰ νάρδων." Κύπρος δὲ εἶδος δένδρου, ἀφ' οὗ θερμὸν κατασκευάζεται ἔλαιον. Καὶ ἡ νάρδος δὲ, ἄρωμα εὐῶδες, ἀφ' οὗ πάλιν ἔλαιον ὁμ ώνυμον γίνεται, καὶ αὐτὸ θερμὸν, καὶ εἰς θεραπείαν σωμάτων ἐπιτήδειον. Ἀλλὰ καὶ κρόκον λέγει τὸν παράδεισον ἔχειν· χρεία γὰρ ἡμῖν οὐ μόνον τῶν θερ μαινόντων ἡμᾶς, καὶ πυρσευόντων ἐν ἡμῖν τὴν περὶ τὸν Θεὸν ἀγάπην, ἀλλὰ καὶ τῶν διαψυχόντων τὰς ἀκολάστους ἐπιθυμίας· τῶν διαψυχόντων γὰρ ὁ κρό κος. "Καὶ κάλαμος, φησὶ, καὶ κινάμωμον." Ἔστι δὲ καὶ ταῦτα ἀρωμάτων μὲν εἴδη, τροπικῶς δὲ νοού μενα. ∆ιὰ γὰρ τοῦ καλάμου τὰ εὐσεβῆ σημαίνει συγγράμματα· "Ἡ γλῶσσά μου κάλαμος γραμμα τέως ὀξυγράφου·" εὐώδης δὲ ὁ ἀρωματικὸς κάλαμος· καὶ γὰρ τῶν τῆς εὐσεβείας διδασκάλων ἡ γλῶττα πάσης εὐοσμίας πεπλήρωται· συνῆπται δὲ τῷ κα λάμῳ τὸ κινάμωμον, ὅπερ τῷ Θεῷ κατὰ τὸν παλαιὸν προσεφέρετο νόμον, ἵνα μάθωμεν ὅτι τὰ περὶ Θεοῦ συγγράμματα ἐπαινετά τέ ἐστι, καὶ εὐώδη, καὶ τοῖς προειρημένοις ἡδύσμασιν ἀπεικασμένα. Τούτοις ἐπι φέρει· "Μετὰ πάντων ξύλων τοῦ Λιβάνου·" Ἔχει γὰρ, φησὶ, καὶ τὴν ἐν νόμῳ πολιτευομένην ἀρετὴν, οὐ τὴν κατὰ τὸ γράμμα, ἀλλὰ τὴν κατὰ τὸ πνεῦμα· διὰ γὰρ τοῦ Λιβάνου τὴν Ἱερουσαλὴμ σημαίνεσθαι πολλάκις ἐδιδάχθη. Ἔχει δὲ καὶ "σμύρναν καὶ ἀλόην μετὰ πάντων τῶν πρώτων μύρων." Τουτέστι τὴν νέκρωσιν τῶν παθῶν· νεκρῶν γὰρ ἴδιον ἡ σμύρνα· καὶ τὸ πικρὸν τῶν πειρασμῶν· πικρὰ γὰρ ἡ ἀλόη. Καὶ ἁπαξαπλῶς πάντα τὰ πρῶτα ἔχει τῶν μύρων, οὐ τὰ δεύτερα, οὐδὲ τὰ τρίτα, ἀλλὰ τὰ πρῶτα· τῶν γὰρ τελείων τὰ τέλεια. Ἔχει δὲ καὶ "πηγὴν, καὶ φρέαρ ὕδα τος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου." Οὐ γὰρ μόνον τὴν εὐαγγελικὴν ἔχει διδασκαλίαν προφανῶς ῥέουσαν, ἀλλὰ καὶ τοῦ νόμου τὸ φρέαρ, ὅπερ ἐστὶ φρέαρ ὕδατος ζῶντος, καὶ κεκρυμμένα μὲν ἔχον τὰ νάματα, ῥοιζοῦντα δὲ, καὶ ἦχον ἀποτε λοῦντα, καὶ ἀπὸ τοῦ Λιβάνου προχεόμενα ἐν Ἱερο σολύμοις γὰρ ἤνθει ἡ νομικὴ πολιτεία, ἥτις Λίβανος τροπικῶς ὀνομάζεται· μετέβη δὲ καὶ τοῦτο τὸ φρέαρ εἰς τὴν τοῦ Κυρίου νύμφην, τὴν Ἐκκλησίαν· καὶ ἔστι κρυπτόμενον, ἀλλὰ ῥοίζῳ φερόμενον καὶ ἄρδον τὸν τῆς Ἐκκλησίας παράδεισον. Τῶν ἄνωθεν ἡ νύμφη ἐπαίνων ἀκούσασα, καὶ ἡσθεῖσα, καὶ εὐφραν 81.148 θεῖσα ὅτι οὐ μόνον αὐτῆς τὸ κάλλος ἐθαύμασεν, ἀλλὰ καὶ τὰς στολὰς αὐτῆς ἐπῄνεσε, φησίν· ιςϛʹ. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου. ΚΕΦΑΛ. Εʹ. αʹ. Καταβήτω ἀδελφιδοῦς μου εἰς κῆπον αὑ τοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὑτοῦ. Τῶν διαβαλλομένων ἐστὶν ὁ βοῤῥᾶς παρὰ τῇ θείᾳ Γραφῇ· διὸ καὶ ὁ Θεὸς διὰ Ἱερεμίου φησὶ τοῦ προφήτου, ὅτι "Ἀπὸ βοῤῥᾶ ἐκκαυθήσεται κακά." Καὶ πάλιν, "Καὶ τὰ