1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

52

διδάσκων ὡς ἐν τῷ τῆς κρίσεως καιρῷ οὐδεμία χώρα μετανοίας τοῖς ἡμαρτηκόσι καὶ μὴ μετεγνωκόσι δο θήσεται. Ἐπειδὴ τοίνυν ταῦτα δεδοικότες, τοῖς θείοις ἠκολούθησαν νόμοις, καὶ οὔτε τῷ πόθῳ τῆς βασιλείας, οὔτε τῷ ἔρωτι τοῦ νυμφίου, εἰκότως ὀγδοήκοντα εἶ ναι λέγονται· ὁ μὲν γὰρ ὀκτὼ ἀριθμὸς τὴν ὀγδόην σημαίνει, ἡ δὲ δεκὰς τὴν τελειότητα· ἀλλὰ τούτων κρείττονα λέγει τὴν νύμφην, καὶ τῶν ἑξήκοντα, καὶ τῶν ὀγδοήκοντα· "Μία γάρ ἐστι περιστερά μου, τε λεία μου," πάλιν αὐτὴν πνευματικὴν ὀνομάζων, καὶ μίαν. Ὑπὲρ γὰρ τὰς ἑξήκοντα, καὶ τὰς ὀγδοή κοντα, μία ἐστὶ τῇ μητρὶ αὐτῆς· μητέρα δὲ ἔχει τὴν ἱερὰν κολυμβήθραν, τὴν ἄνω Ἱερουσαλήμ. "Ἐκλεκτὴ δέ ἐστι τῇ τεκούσῃ αὐτήν." Κἀκεῖναι μὲν γὰρ ἐξ αὐτῆς ἐτέχθησαν· ταύτην δὲ ἐκ πασῶν προτετίμηκε, καὶ ἐκλεκτὴν ἔχει θυγατέρα· διὸ "εἴ δοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτὴν," τουτέστι νεάνιδες, οὐ μόνον δὲ ἐκεῖναι, ἀλλὰ καὶ βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. Ὑπερ αναβέβηκε γὰρ αὐτὰς, ὡς οὔτε διὰ μισθὸν, οὔτε διὰ φόβον κολάσεως, ἀλλὰ διὰ τὸν τοῦ νυμφίου πόθον τὴν ἄκραν μετιοῦσα φιλοσοφίαν. Γένοιτο δὲ ἡμᾶς ὑπὸ τῆς θείας βοηθουμένους χάριτος φθάσαι εἰς τὴν τῆς νύμφης τελειότητα! Εἰ δὲ ἀτονήσαιμεν, τῶν γοῦν βασιλίδων γενέσθαι· εἰ δὲ καὶ τούτων διαμάρτοιμεν, μὴ πόῤῥω γενέσθαι τῶν παλλακίδων· εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκατα λεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ' ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιό τητος χάριτι αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶ νας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. Πιστεύοντες τῷ εἰρηκότι· "Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί 81.176 σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται·" αἰτήσομεν ἐπὶ τοῦ παρόντος τῶν ὑπολοίπων ῥημάτων τοῦ Ἄσμα τος τῶν ᾀσμάτων τὴν σαφήνειαν, καὶ βοήσομεν λέ γοντες· "Ἀποκάλυψον τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ κατανοήσομεν τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου· αὐτὸς γὰρ δίδωσι ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνά μει πολλῇ. Αὐτὸς εἶπε· "Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό." Μεταδίδωσι δὲ καὶ τοῖς οὐκ ἀξίοις πολλάκις τῆς χάριτος διὰ τὴν τῶν πολλῶν ὠφέλειαν. Θαῤῥοῦμεν τοίνυν ὡς καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος δώσει τοῦ τῆς λέξεως βάθους τὴν ἀποκά λυψιν, οὐ διὰ τὴν ἡμετέραν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἐντευξομένων, ἢ ἀκουσομένων τῆς ἑρμηνείας ὠφέ λειαν· φέρε τοίνυν τῶν ὑπολοίπων θαρσαλέως κατα τολμήσωμεν. θʹ. Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέ ναι; Ἐν μὲν οὖν τοῖς πρὸ τούτου ῥητοῖς ὁ νυμφίος τῆς νύμφης τὸ κάλλος τῷ λόγῳ διέγραψε, καὶ χωρὶς μὲν ἕκα στον εὐφήμησε μέλος, κοινὴν δὲ πάλιν τὴν εὐφημίαν προσήνεγκε, καὶ ὡς ἐγκωμίου κατὰ τέχνην συγγραφο μένου, καὶ τὴν σύγκρισιν ἐποιήσατο, παρεξετάσας τὴν νύμφην, καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ πολλῷ τῷ μέτρῳ κρείττονα. Τοσαύτην γὰρ αὐτὴν ἔφη τὴν εὐμορφίαν ἔχειν, ὡς καὶ ὑπ' αὐτῶν ἐκείνων τῶν παρεξετασθεισῶν μὴ ζηλοτυπεῖ σθαι· ὁμολογοῦσαι γὰρ τὴν ἧτταν, μακαρίαν αὐτὴν καὶ τρισμακαρίαν ἀποκαλοῦσιν· ἐνταῦθα δὲ οἱ τοῦ νυμφίου διάκονοι, διδαχθέντες παρ' αὐτοῦ τῆς νύμ φης τὴν εὐμορφίαν, τὴν εὐκοσμίαν, τὴν εὐπρέπειαν, καὶ ἀκριβέστερον αὐτὴν καταμαθεῖν προτραπέντες, ὑπὸ τῆς πολλῆς εὐθυμίας (ἐκέκρυπτο γὰρ αὐτῆς ἔτι τὸ ψυχικὸν κάλλος ἐν τῷ καλύπτρῳ τοῦ