1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

7

"Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, ἡ πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί." Καὶ αὖθις· "Ποῖον, φησὶ, τὸ βιβλίον τοῦτο τοῦ ἀποστα σίου τῆς μητρὸς ὑμῶν; ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν." Καὶ τί δεῖ πάντα λέγειν τὰ διὰ τῶν προφητῶν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων λεγόμενα; ἀπόχρη γὰρ καὶ τὰ εἰρημένα διδάξαι ἡμᾶς, ὅπως δεῖ νοεῖν τὰς θείας Γραφὰς, μὴ τῷ γράμματι μόνον προσέχοντας, ἀλλὰ καὶ τὴν τούτου διάνοιαν ἀναπτύσσοντας. Ἐκ τῆς παλαιᾶς τοίνυν νύμφης ἐπὶ τὴν νέαν ποδ ηγηθέντες, οὕτω νοήσωμεν τὸ τοῦ Ἄσματος τῶν ᾀσμάτων βιβλίον, καὶ τὰς διεψευσμένας καὶ βλαβερὰς ἐκείνας δόξας καταλιπόντες, τοῖς ἁγίοις Πατράσιν ἀκολουθήσωμεν, καὶ νοήσωμεν μίαν νύμφην ἑνὶ νυμφίῳ διαλεγομένην, καὶ μάθωμεν παρὰ τῶν ἁγίων ἀποστόλων, τίς τε ὁ νυμφίος, καὶ τίς ἡ νύμφη. ∆ι δάσκει γὰρ ἡμᾶς καὶ ὁ θειότατος Παῦλος, οὕτως γράφων· "Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ." Καὶ τὴν μὲν νύμ φην ἐκ πολλῶν λέγει συγκεκροτημένην. Ἡρμοσάμην γὰρ, λέγει, ὑμᾶς, οὐ σὲ, ὡς εἶναι δηλονότι τὰς εὐσε βεῖς καὶ τελείας ἐν ἀρετῇ ψυχάς. Νύμφην γὰρ οἶδεν ὁ θεῖος λόγος τὴν Ἐκκλησίαν· νυμφίον δὲ τὸν Χριστὸν ὀνομάζει. Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας 81.45 τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ' οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, "Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου." Καὶ αὐτὸς δὲ ὁ Κύριος νυμφίον ἑαυτὸν ὀνομάζει. Τῶν γὰρ Φαρισαίων αἰτιασαμένων τοὺς ἱεροὺς ἀποστόλους, ὡς μὴ νη στεύοντας, ἐπήγαγε λέγων· "Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν ἐν ὅσῳ μετ' αὐτῶν ἐστιν ὁ νυμφίος. Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀρθῇ ἀπ' αὐ τῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν." Οὐκοῦν νοήσωμεν νύμφην μὲν τὴν Ἐκκλησίαν, νυμφίον δὲ τὸν Χριστόν· νεάνιδας δὲ τὰς τῇ νύμφῃ ἑπομένας, εὐσε βεῖς μὲν ψυχὰς καὶ νεανικὰς, οὐδέπω δὲ τῆς νύμφης τὴν ἀρετὴν μιμησαμένας καὶ τῆς τελειότητος ἠξιω μένας. ∆ιὸ ἕπονται μὲν τῇ νύμφῃ, νύμφαι δὲ οὐ προσαγορεύονται. Ἔχει δὲ τὸ σύγγραμμα καὶ ἑτέρους τινὰς τῷ νυμφίῳ συνόντας· οὓς εἴτε ἀγγέλους εἴποι τις τῷ ∆εσποτικῷ προστάγματι διακονοῦντας, καὶ τὴν νύμφην διακοσμοῦντας, εἴτε προφήτας πόῤ ῥωθεν ταῦτα προκηρύττοντας, εἴτε ἀποστόλους ἀγγε λικῶς καὶ αὐτοὺς τοῖς ∆εσποτικοῖς νεύμασιν ὑπηρε τοῦντας, τοῦ τῆς ἀληθείας οὐχ ἁμαρτήσεται σκοποῦ. Ἐμοὶ δὲ δοκεῖ μᾶλλον ἀγγέλους εἶναι. Ἐπειδὴ τὰς τετελειωμένας ἐν ἀρετῇ ψυχὰς αὐτὴν νοεῖν τὴν νύμφην τὰ θεῖα ἡμᾶς ἐδίδαξε λόγια· οὐδὲν δὲ ἀποστό λων καὶ προφητῶν τελειότερον, πλὴν ἀγγέλων· διὸ μᾶλλον ἐμοὶ δοκεῖ ἀγγέλους εἶναι τοὺς τῷ νυμφίῳ διακονοῦντας, καὶ τὴν νύμφην θεραπεύειν ἐσπουδα κότας. Εὑρίσκομεν γὰρ καὶ εὐθὺς τοῦ νυμφίου τε χθέντος χορὸν ἀγγελικὸν γαννύμενον, καὶ εὐφραινόμε νον, καὶ ὑμνοῦντα, καὶ βοῶντα· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδο κία." Καὶ αὐτῇ δὲ τῇ συλλήψει Γαβριὴλ ὁ ἀρχάγγε λος διηκόνησε· καὶ τῷ Ἰωσὴφ ἄγγελος, καὶ τὴν εἰς Αἴγυπτον φυγὴν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον προστετα χὼς φαίνεται· καὶ μετὰ τοὺς κατὰ τοῦ διαβόλου ἀγῶ νας, ἄγγελοι προσελθόντες διηκόνησαν τῷ ὑπὲρ τῆς ἡμετέρας ἀσθενείας ἀγωνισαμένῳ, καὶ τὸν ἀνταγω νιστὴν καταλύσαντι, εὐφημοῦντες, ἀνυμνοῦντες, πε ριέποντες. Καὶ ἐν τῷ καιρῷ δὲ τοῦ πάθους, ἄγγελοι παρῆσαν τὸ ἀνθρώπινον ὑπερείδοντες. Καὶ τῷ τάφῳ ἄγγελοι προσεδρεύοντες ἐκήρυττον αὐτοῦ τὴν ἀνά στασιν· καὶ ἡνίκα εἰς τοὺς οὐρανοὺς ἀνελήφθη, ἄγ γελοι τοῖς ἀποστόλοις ἔλεγον· "Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος Ἰη σοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως