1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

43

ἀπὸ βοῤῥᾶ ἐκδιώξω ἀφ' ὑμῶν." Καὶ ἀλλα χοῦ· "Ἰδοὺ κακὰ ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ συντριβὴ μεγάλη." Παρακελεύεται τοίνυν τῷ βοῤῥᾷ ἐξεγερθῆναι καὶ ὑποχωρῆσαι, ἵνα ὁ νότος διαπνεύσῃ, καὶ διαῤ ῥεύσῃ πεπανθέντα τὰ τοῦ κήπου ἀρώματα· ἵνα τῶν καρπῶν αὐτῆς ὁ ἀδελφιδοῦς ἀπολαύσῃ. Ὁ δὲ νότος εὔδηλον, ὅτι ἀπὸ μεσημβρίας πνεῖ, νότος προσαγορευόμενος διὰ τὸ ὑγρὸς εἶναι, καὶ νο τίδος πληροῦν ἐν τῷ πνεῖν τὰ σώματα· πλέον δὲ καὶ ἀπὸ τῆς μεσημβρίας εἰσρεῖ τὸ φῶς· διὸ καὶ τὸν Κύριον ἀπὸ μεσημβρίας ἥξειν ὁ Ἀββακοὺμ προλέγει· "Ὁ Θεὸς γὰρ, φησὶν, ἀπὸ Θαιμὰν ἥξει· τοῦτο δὲ καὶ τῇ Ἑβραίων καὶ τῇ Σύρων ἑρμηνεύεται φωνῇ." Παρακελεύεται τοίνυν ἀποστῆναι μὲν τὸ ἐναντίον Πνεῦμα, τὴν δὲ θείαν πνεῦσαι χάριν, ἵνα πεπανθέντας τοὺς τῶν ἀρωμάτων αὐτῆς καρποὺς ὁ ἀδελφιδοῦς αὐτῆς τρυγήσῃ, μηδενὸς ἀνεμοφθόρου γινομένου, ἢ πρὸ τῆς ὥρας ἐκπίπτοντος. "Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη." -"Ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου, μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Φάγετε, πλησίον, μου καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου." Εἰσελήλυθα γὰρ, φησὶν, εἰς τὸν ἐμὸν κῆπον, τὸν ὑπὸ σοῦ μοὶ προσενεχθέντα, καὶ ἐτρύγησα πρώτην τὴν σμύρναν μου, τουτέστιν ἣν ἐγὼ ἐν σοὶ κατεφύτευσα· πρῶτος γὰρ ἐγὼ τὸν ὑπὲρ σοῦ θάνατον κατεδεξάμην, εἶθ' οὕτως σὺ συναποθανεῖν μοι καὶ συνταφῆναι ἐπεθύμησας. Συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, καὶ ἐνέ κρωσάς σου τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἐτρύγησα τοιγαροῦν τὴν σμύρναν μου μετὰ ἀρωμάτων μου· καὶ τὴν ἄλλην γὰρ, φησὶν, ἀρετὴν, ἣν παρ' ἐμοῦ ἐδι δάχθης, ἐκαρπωσάμην καὶ ἔλαβον· ἔφαγον δὲ καὶ ἄρτον μου μετὰ μέλιτός μου, τὴν στερεὰν καὶ γλυκεῖαν τροφὴν, τὴν παρὰ τοῖς τελείοις εὑρισκο μένην. "Ἔπιον οἶνόν μου." Καὶ καλῶς τὴν ἀντωνυ μίαν προστέθεικεν. Αὐτὸς γάρ ἐστιν ἡ ἀληθινὴ ἄμ πελος, ἀφ' ἧς ὁ οἶνος οὗτος ἐγεωργήθη. "Ἔπιον 81.149 οἶνόν μου μετὰ γάλακτός μου." Οὐκ ἀποσείεται γὰρ οὐδὲ τοὺς νηπίους, καὶ οἱονεὶ ὑπομαζίους, καὶ γαλα κτοτροφουμένους, ἀλλὰ καὶ τὸν σύμμετρον παρ' ἐκεί νων δέχεται καρπὸν, καὶ ἀγαθὸς ὢν καὶ τοὺς φίλους εἰς τὴν εὐωχίαν καλεῖ, καί φησι· "Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφιδοῖ μου." Πλησιάζουσι δὲ αὐτῷ οἱ τετελειωμένοι, καὶ τὴν πρὸς αὐτὸν αὐτοῦ αὐχοῦσι συγγένειαν, οἱ τὴν εἰκόνα φυλάττοντες ἀδιάφθορον. Καὶ οὐ μόνον αὐτοῖς πιεῖν, ἀλλὰ καὶ μεθυσθῆναι παρακελεύεται· ἔστι γὰρ μέθη σωφροσύνην, ἀλλ' οὐ παραφροσύνην ἐργαζομένη· οὐ παραλύουσα τὰ μέλη, ἀλλὰ ῥωννύουσα. "Τὸ γὰρ πο τήριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον." Ἀλλαχοῦ δὲ πάλιν ὁ μακάριος ∆αβίδ· "Μεθυσθήσονται, φησὶν, ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς." Τῶν ἄνωθεν οὕτως ῥηθέντων, φησὶν ἡ νύμφη βʹ. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κἂν γὰρ ὑπὸ τῆς φύσεως ἀναγκασθῶ μύσαι τοὺς ὀφθαλμοὺς, καὶ τὸν ὕπνον δέξασθαι, κατὰ διάνοιαν ἐγρήγορα, καὶ τὸν τῆς ῥᾳθυμίας ὕπνον οὐ καταδέχο μαι, τοῦ νυμφίου τὴν παρουσίαν προσμένουσα. ∆ιὸ καὶ αἰσθάνομαι τῶν ἐκείνου κρουμάτων. "Φωνὴ γὰρ, φησὶν, ἀδελφιδοῦ μου κρούει ἐπὶ θύραν." Παραθή σωμεν, εἰ δοκεῖ, τούτοις τὰ ἐν τοῖς θείοις Εὐαγ γελίοις ὑπὸ τοῦ καλοῦ ποιμένος εἰρημένα· "Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει." Καὶ πάλιν· "Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν." Μακάριος τοίνυν ὁ ποιμαινόμενος, καὶ τοῦ ποιμένος τὴν φωνὴν ἐπιγινώσκων. Μακάριος ὁ νυμφοστολούμενος, καὶ διακρίνειν ἐπιστάμενος φωνὴν μοιχοῦ καὶ νυμφίου μακάριος ὁ λέγων· "Οὐ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν," ἀλλ' ἐγρη γορὼς καὶ τὸν νυμφίον ἀναμένων κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου παραίνεσιν· "Γρηγορεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ