1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

60

ἑρμηνεία· ἀντὶ γὰρ τοῦ "κρατήσω τῶν ὕψεων αὐτοῦ," τέθεικε "κρατήσω τῶν ἐλατῶν αὐτοῦ·" οἱ δὲ ἐλά ται τῶν ἀῤῥένων εἰσὶ φοινίκων καρποί· τοῖς θήλεσι φοίνιξιν ἐντιθέμενοι, καὶ μονίμους, καὶ πέπονας τοὺς ἐκείνων καρποὺς ἐργάζονται. Ἐπείγεται τοίνυν ἡ νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γο νῶν ἀφορμὰς, καί φησιν· "Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, καὶ κρατήσω τῶν ὕψεων αὐτοῦ·" ἢ, ὡς ὁ Ἀκύλας, "τῶν ἐλατῶν αὐτοῦ." -"Καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου." Σὺ γὰρ εἶ ἀληθινὴ ἄμπελος, ἀφ' ἧς ὁ σωτήριος οἶνος γεωρ γούμενος ἐν ταῖς πνευματικαῖς ἀποθλίβεται ληνοῖς, ἀφ' ὧν τὸ ποτήριον πληροῦται τὸ μεθύσκον ὡσεὶ κράτιστον. "Καὶ ὀσμὴ ῥινός σου τῇ τοῦ μήλου ἔοι κεν εὐωδίᾳ." Καὶ γὰρ αὐτὸ τὸ τῆς ὀσφρήσεώς σου δοχεῖον, καὶ αὐτό μοι εὐωδίαν ἐκπέμπει μήλοις ἀπει κασμένην. Ἱκανὰ δὲ τὰ περὶ τῶν μήλων εἰρημένα ἡμῖν ἐν τῇ τῆς βίβλου ἀρχῇ. "Καὶ ὁ λάρυγξ δέ σου, ὡς οἶνος ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν." Ἡ γὰρ ἐκ τῆς φάρυγγός σου προσφερομένη διδασκαλία, οἴνου παντὸς ἀνθοσμίου καὶ πάσης εὐφροσύνης βιω τικῆς ἀμείνων τυγχάνει, ἢν προφέρεις, ἀδελφιδέ μου, διευθῦναι βουλόμενος τὰς εἰς σὲ πεπιστευκυίας ψυ χάς· ἱκανὴ δέ μοι αὕτη καὶ ἀποχρῶσα, ἵνα τὰ μὲν προφέρω καὶ κηρύττω ὀργάνοις τοῖς χείλεσι κεχρη μένη· τὰ δὲ φρουρῶ καὶ φυλάττω, τοὺς ὀδόντας ἀντὶ 81.197 τειχίου περιτιθεῖσα. Τούτοις ἁρμόττει καὶ τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα· "Ἤκουσα γὰρ, φησὶν, ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι." ∆ιὰ τοῦτο καὶ ἡ νύμφη φησίν· "ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσί μου," ἵνα τὰ μὲν προφέρω, τὰ δὲ φυλάττω· Τούτοις ἐπιφέρει· ιʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ' ἐμὲ ἡ ἐπι στροφὴ αὐτοῦ. Αὐτῷ γὰρ ἐμαυτὴν ἀνατέθεικα, καὶ πᾶσαν ἀλλοτρίαν κοινωνίαν ἐβδελυξάμην, Ἑλληνικὴν, Ἰουδαϊκὴν, αἱρετικήν· καὶ γὰρ αὐτὸς πάντων με τῶν ἄλλων προτέθεικε, καὶ πρὸς ἐμὲ τὴν ἀποστροφὴν ἔχει· οὐ γὰρ ἔχων πρότερον ποῦ κλίναι τὴν κεφαλὴν, εὗρε νῦν ποῦ κλίνῃ τὴν κεφαλήν· καὶ πολλὰς ἔχων παλλακίδας, καὶ βασιλίδας, καὶ νεάνιδας, πάντων προτίθησί με· ἀλλ' οὐκ ἀνέχομαι μόνη τῆς ἱερᾶς αὐ τοῦ κοινωνίας ἀπολαύειν. ιαʹ, ιβʹ, ιγʹ. Ἐλθὲ, ἀδελφιδέ μου, καὶ ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. Ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἢ ἤνθησεν ὁ κυπρισμὸς, εἰ ἤνθησαν αἱ ῥοαί. Ἐκεῖ δώσω τοὺς μαστούς μού σοι. Οἱ μανδρα γόραι ἔδωκαν ὀσμὴν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιὰ, ὅσα ἐδωκέ μοι ἡ μήτηρ μου, ἀδελφιδέ μου, ἐτήρησά σοι. Προ τρέπει τὸν νυμφίον ἡ νύμφη, καὶ τῶν εὐτελῶν ἔτι καὶ ταπεινῶν φροντίσαι ψυχῶν, ἃς τροπικῶς ἀγρὸν καὶ κώμας ὀνομάζει, ὡς ταπεινὰς καὶ μικράς. Οὐ γὰρ λέγει, ἐξέλθωμεν εἰς πόλιν, ἀλλ', "ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις, ὀρθρίσωμεν εἰς ἀμ πελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος." Ἐπισκε ψώμεθα, φησὶ, τοὺς ἄρτι τὸ κήρυγμα δεξαμένους· "εἰ ἤνθησεν ὁ κυπρισμός." Ἴδωμεν καὶ τούτους ἀμείνους, οἵτινες οὐ μόνον φύλλα, ἀλλὰ καὶ αὐτὸ τὸ ἄνθος ἐβλά στησαν, ὅπερ ἐνταῦθα κυπρισμὸν προσηγόρευσεν· "εἰ ἤνθησαν αἱ ῥοαί·" εἰ γέγονε, φησὶν, ἔν τισιν ἀγάπης ἀρχή. Χρὴ γὰρ ἡμᾶς περινοστῆσαι, καὶ πᾶσαν τὴν ἁρμόττουσαν ἐπιμέλειαν προσενεγκεῖν. Τοῦτο γὰρ ποιοῦσα σε θεραπεύσω· "ἐκεῖ, φησὶ, δώσω τοὺς μαστούς μού σοι." Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γιγνόμενα, καὶ λέγεις· "Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε." -"Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν." Ὕπνον οἶδεν ἐμποιεῖν ὁ μανδραγόρας, ὡς ἰατρῶν παῖδές φασιν. Ἐπειδὴ τοί νυν "νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς" προστετάγμεθα, οὐχ ἵνα αὐτὰ τὰ μέλη παραδῶμεν τῷ θανάτῳ, ἀλλ' ἵνα νεκρὰ ταῖς κακαῖς ἀποφήνωμεν ἐνεργείαις, εἰκότως τὸν μανδραγόραν ἐνταῦθα τέθεικε, καί φησιν· "Οἱ μανδραγόραι ἔδωκαν ὀσμήν·" ἀντὶ τοῦ, ἤρξαντο