1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

38

ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταρ γηθήσεται." Καὶ τούτους δέ φησιν ἐν κρίνοις νέμεσθαι, 81.133 τουτέστι πόας εὐώδους μεταλαμβάνειν· ἔστι δὲ αὕτη ἡ τοῦ πνεύματος διδασκαλία. Κατὰ δὲ τὸν Σύμμα χον, "ἄνθη νέμειν," φησί· τοὺς γὰρ ἀξιωθέντας ἄνθος γενέσθαι τοῦ πνεύματος οἱ τῆς νύμφης μαστοὶ νέμουσι καὶ ποιμαίνουσι, τὰ τῆς διδασκαλίας αὐτοῖς προσφέροντες νάματα, "ἕως διαπνεύσῃ ἡ ἡμέρα," καὶ λήξῃ μὲν τὰ καύματα, τουτέστιν ὁ ἐπίπονος βίος· "κινηθῶσι δὲ αἱ σκιαὶ," τὰ παρόντα πράγ ματα, ταῖς σκιαῖς ἀπεικασμένα, ὡς προείρηται. Οὕτως ἐπαινέσας τῆς νύμφης τὰ μέλη, "Πορεύσο μαι, φησὶν, ἐμαυτῷ πρὸς ὄρος τῆς σμύρνης, καὶ πρὸς βουνὸν τοῦ λιβάνου." Ἐπειδὴ, φησὶν, οὕτω τυγχάνεις εὐπρεπὴς, οὕτως ὡραία, οὕτω λάμπεις τῷ κάλλει, οὕτως ἐτρώθης τῷ περὶ ἐμὲ φίλτρῳ, κατα δέχομαι τὸν ὑπὲρ σοῦ θάνατον, καὶ πορεύσομαι ἐμαυ τῷ πρὸς τὸ ὄρος τῆς σμύρνης· ἀλλὰ πάλιν ἀναστή σομαι, καὶ ἐπανήξω πρὸς τὸν βουνὸν τοῦ λιβάνου. Καὶ ἤδη δὲ προειρήκαμεν, ὡς μὲν διὰ τῆς σμύρνης τὸν θάνατον παραδηλοῖ, διὰ δὲ τοῦ λιβάνου τὴν θείαν φύσιν. Ζητητέον τοίνυν, τίνος μὲν ἕνεκεν ὄρος μὲν ἐπὶ θανάτου τέθεικεν, ἐπὶ δὲ τῆς θειότητος βουνόν. Ὅτι μέγα, καὶ ἄῤῥητον, καὶ διανοίας ἐστὶν ἀνθρώ πων ἀνέφικτον, τὸ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα μὴ ἁρπαγμὸν ἡγήσασθαι, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν κενώσαντα μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον καὶ σχήματι εὑρεθέντα ὡς ἄνθρωπον, ταπεινῶσαι ἑαυτὸν μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ. Τὸ δὲ εἰς τὴν οἰκείαν δόξαν ἐπ ανελθεῖν, καὶ δοξασθῆναι τῇ δόξῃ ᾗ εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι, οὐκ ἦν μέγα, οὐδὲ ἐπίπονον, ἀλλὰ καὶ λίαν ῥᾴδιον. ∆ιὰ τοῦτο ὄρος μὲν τῆς σμύρνης φησὶ, βουνὸν δὲ τοῦ λιβάνου, δεικνὺς ὅτι τοῦτο μέν ἐστιν εὐπετὲς αὐτῷ, καὶ μάλα ῥᾴδιον, ἐκεῖνο δὲ πρόσ αντες διὰ τὸ ἀνθρώπειον. ∆ιὸ καὶ παρ' αὐτὸ γενό μενος τὸ πάθος φησί· Νῦν ἡ ψυχή μου τετάρακται·" καὶ, "Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ." Ἀλλὰ πάλιν ἐπάγει· "Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην." Τοῦτο καὶ ἐνταῦθα παραδηλῶν φησι· "Πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης, καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου." Ἑκάτερον γὰρ ἑκὼν ποιῶ, οὐχ ὑπό τινος βιαζόμενος ἢ ἀναγκαζόμενος· "Ἐξουσίαν γὰρ ἔχω θεῖναι τὴν ψυ χήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς γὰρ αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ὑπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν." ζʹ. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Ἔοικε ταῦτα τοῖς τοῦ μακαρίου Παύλου ῥήμασι· καὶ ἐκεῖνος περὶ τοῦ νυμφίου φησίν· "Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδο ξον τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος." Ἄμωμος 81.136 δὲ γέγονε καὶ καλὴ ἡ πλησίον τοῦ νυμφίου γενομένη καὶ τὰς ἐκεῖθεν μαρμαρυγὰς δεξαμένη, καὶ φωτοει δὴς ἐκ τοῦ φωτὸς γενομένη. Γένοιτο δὲ ἡμᾶς ἀνα κεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρι ζομένους τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δό ξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Εὐχῆς γὰρ ἡμῖν δεῖ καὶ εὐχῆς ἐπιμελοῦς καὶ σπουδαίας, ἵνα οἱ ἡμέτεροι ὀφθαλμοὶ γένωνται περιστεραὶ πνευματικῶς ὁρῶντες, καὶ ὑπερβαίνοντες τὸ τοῦ γράμματος κάλυμμα, καὶ διαρθροῦντες ἐναργῶς τὰ κεκρυμμένα μυστήρια. Οὔτε γὰρ δυνατὸν ἑτέρως τῆς θείας Γραφῆς καταμαθεῖν τὴν διάνοιαν, διαφερόντως δὲ τοῦ Ἄσματος τῶν ᾀσμάτων, εἰ μὴ αὐτὸς ὁ τοῖς συγγραφεῦσιν ἐκείνοις ἐμπνεύσας τὸ ὀπτικὸν