1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

35

καὶ ἡ ἱππασία σου σωτηρία." Καὶ πάλιν· "Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά." Θάλασσαν δὲ καλεῖ τὰ ἔθνη, ἃ τότε τῶν ἀποστόλων κηρυττόντων διεταράττετο· διὸ καὶ οἱ ἀπιστοῦντες περὶ αὐτῶν ἔλεγον· "Οἱ τὴν οἰκουμένην ἀναστατώ σαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων." Οὒς ὁ Ἀββακοὺμ τοίνυν ἵππους ὠνόμασε, τούτους φορεῖον ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων προσ αγορευομένους εὑρίσκομεν. "Ἐποίησε τοίνυν ἑαυτῷ φορεῖον ὁ βασιλεὺς Σολομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου." Λίβανον τὴν Ἱερουσαλὴμ, καὶ τὴν Ἰουδαίων πληθὺν, ἡ θεία πολλάκις προσαγορεύει Γραφή· καὶ τοῦτο ἐν τοῖς προοιμίοις τοῦ λόγου ἐκ προφητι κῶν ἀπεδείξαμεν συγγραμμάτων. Ἐπειδὴ τοίνυν ἐξ ἐκείνων κατῆγον τὸ γένος οἱ μακάριοι ἀπόστολοι, 81.125 εἰκότως φησὶ τὸ φορεῖον ἀπὸ ξύλων τοῦ Λιβάνου κατ εσκευάσθαι. Τοὺς δὲ στύλους αὐτοῦ, φησὶν, ἐποίησεν ἀργύριον. Εὑρίσκομεν δὲ αὐτοὺς καὶ στύλους ὀνομα σθέντας· ὁ γὰρ μακάριος Παῦλος Γαλάταις γράφων φησί· "Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν." Φασὶ δὲ καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον εἶναι. ∆ηλοῖ δὲ τὸ εὐαγγελικὸν κή ρυγμα, ᾧ ὁ θεῖος ἐπαναπαύεται λόγος. "Ἐπίβασις αὐτοῦ πορφυρᾶ·" τοῖς μὲν γὰρ ἀρχομένοις τὸ βασι λεύεσθαι πρέπει, τοῖς δὲ τετελειωμένοις νυμφοστο λεῖσθαι. Καὶ ἐντὸς αὐτοῦ λιθόστρωτον· μαργαρίταις γὰρ ἔοικε, καὶ λίθοις τιμίοις, τὰ θεῖα λόγια, κατὰ τὸν εἰπόντα προφήτην· "Τὰ κρίματα Κυρίου ἀλη θινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν." Καὶ πάλιν· "Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον." Καὶ "Ἡ βασιλεία δὲ τῶν οὐρανῶν ἔοικε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐμπόρῳ ζητοῦντι κα λοὺς μαργαρίτας." Καὶ ἀλλαχοῦ δέ φησι· "Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων." Τοιοῦτον εἶναι τὸ φορεῖον τοῦ βασιλέως ἀποδείξασαι, προτρέπουσι τὰς θυγατέρας Ἱερουσαλὴμ εἰς θεωρίαν ἐξελθεῖν τοῦ νυμφίου, ἰδεῖν τὸν προκείμενον αὐτῷ στέφανον, καί φασιν· ιαʹ. Ἐξέλθετε, καὶ ἴδετε Σολομὼν, θυγατέ ρες Σιὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐ τοῦ. ∆ηλοῦσι δὲ, ἵνα συντόμως καὶ σαφῶς τὴν ἑρμηνείαν προσαγάγωμεν τὸ μῆκος φυγόντες· "Ὦ θυγατέρες Ἱερουσαλὴμ καὶ Σιών." Σιὼν δὲ πάλιν τὴν ἐπουράνιον ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Παῦλος λέγων· "Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς." -"Ὑμεῖς τοίνυν, φασὶν, ὦ θυγατέρες Σιὼν καὶ Ἱερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε·" ἀμήχανον γὰρ ἡμᾶς ἰδεῖν μὴ ἔξω τῶν βιωτικῶν γενομένους πραγμάτων. Βλέπετε τὸν βα σιλέα τὴν ἀγάπην ἐστεφανωμένον· οὕτως γὰρ ἠγά πησε τὸν κόσμον, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Οὕτως ἠγάπησε τὸν κόσμον, ὅτι ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· καὶ ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα. ∆ιό φησι· "Μείζονα ταύ της ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ." Οὕτω τοίνυν ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Μητέρα δὲ τὴν Ἰουδαίαν καλεῖ κατὰ τὸ ἀνθρώπειον, ἥτις αὐτῷ 81.128 τοῦτον ἄκουσα τὸν στέφανον δέδωκεν. Αὕτη μὲν γὰρ αὐτὸν ἐστεφάνωσε ταῖς ἀκάνθαις, ὡς ἀτιμάζουσα· αὐτὸς δὲ διὰ τῶν ἀκανθῶν τὸν τῆς ἀγάπης ἐδέχετο στέφανον. Ἑκὼν γὰρ τὴν ἀτιμίαν ὑπέφερε, καὶ ἐθελοντὶ τῷ πάθει προσήρχετο· διὸ καὶ νυμφεύσεως ἡμέραν ἐκείνην ἐκάλεσε, καὶ ἡμέραν εὐφροσύνης καρδίας αὐτοῦ. Κατ' ἐκείνην γὰρ τὴν ἡμέραν