1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

13

ἡνίκα ὁ ∆εσπότης Χριστὸς, τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς διελέγετο, τοῖς δὲ ἁγίοις αὐτοῦ μαθηταῖς ἀπεκάλυπτε τῶν παραβολῶν τὴν διάνοιαν, λέγων· "Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καὶ ταμιεῖον δὲ ὁ Κύριος τὴν διάνοιαν προσαγορεύει, λέγων· "Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ." "Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ·" μονονουχὶ λέγουσα μετὰ τοῦ μακαρίου Παύλου, ὅτι "Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἡμεῖς γὰρ νοῦν Χριστοῦ ἔχο μεν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι." -"Εἰσήνεγκέ με ὁ βασι λεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ." Ἀναγκαῖον ζητῆσαι τίνος ἕνεκεν μόνη ἡ νύμφη εἰσάγεται, αἱ δὲ νεάνιδες οὐκ εἰσάγονται, ἀλλ' ἔξω ἑστηκυῖαι, τὴν νύμφην εἰσ ελθοῦσαν ἀναμένουσι· καὶ ἐξελθούσης καὶ διηγησα μένης πῶς εἰσήγαγεν αὐτὴν ὁ βασιλεὺς εἰς τὸ τα μιεῖον αὐτοῦ, ἐπάγουσιν· "Ἀγαλλιασώμεθα, καὶ εὐ φρανθῶμεν ἐν σοί. Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον. Εὐθύτης ἠγάπησέ σε." Οὐ πάντες οἱ πεπι στευκότες, τῆς ἴσης ἀξίας ὑπάρχουσι. "Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί μου," φησὶν ὁ Χριστὸς, τουτέστιν, ἀξιωμάτων διαφοραί. Ἄλλο γὰρ τάγμα πατριαρχῶν, καὶ ἄλλο προφητῶν· ἄλλο ἀποστό λων, καὶ ἄλλο μαρτύρων· ἄλλο τῶν ἐν παρθενίᾳ διαπρεψάντων, καὶ ἄλλο τῶν τοῦ γάμου ζυγὸν ἐννόμως ὑπελθόντων· ἄλλο τῶν ἐν πλούτῳ τὸν Θεὸν θεραπευσάντων, καὶ πιστῶν οἰκονόμων γεγενημέ νων, καὶ ἄλλο τῶν τῆς πενίας τὰ ποικίλα παθήματα καρτερῶς ὑπενεγκάντων· ἄλλο τῶν τὴν πολιτικὴν ἀρετὴν μετιόντων, καὶ ἄλλο τῶν ἐν ὄρεσι διαιτωμέ νων, καὶ τῇ θείᾳ θεωρίᾳ μόνῃ προσέχειν προαιρου 81.64 μένων. Καὶ ἐν αὐτοῖς δὲ τούτοις τοῖς τάγμασι πολλὰς ἔστιν εὑρεῖν τὰς διαφοράς· τῶν μὲν θερμό τερον, τῶν δὲ χαυνότερον μετιόντων ἃ μετίασι· καὶ τῶν μὲν σπουδαιότερον, τῶν δὲ ἀμελέστερον. Καὶ τοῦτο ἔστιν εὑρεῖν καὶ ἐκ τῆς τοῦ Κυρίου παραβολῆς. ∆έκα γὰρ παρθένους εἰσάγων, τὰς μὲν πέντε λέγει φρονίμους, τὰς δὲ πέντε μωράς· καὶ τὰς μὲν ἀξιοῖ τοῦ νυμφῶνος, ταῖς δὲ ἀποκλείει τὰς θύρας· καὶ ἀποκρίνεται μὲν αὐταῖς, τὴν παρθενίαν τιμῶν, οὐκ ἀξιοῖ δὲ τῆς εἰσόδου, διὰ τὴν περὶ τὰς ἄλλας ἀρετὰς ῥᾳθυμίαν. Ἐπειδὴ τοίνυν οὕτω ταῦτα διευκρινησά μεθα, νοήσωμεν νύμφην μὲν εἶναι τὰς ἐν ἁπά σαις ταῖς ἀρεταῖς τετελειωμένας ψυχὰς, νεάνιδας δὲ ταύτῃ ἑπομένας, τὰς ἀγαπώσας μὲν τὸν νυμφίον, καὶ ἀκολουθεῖν αὐτῷ σπουδαζούσας, τὴν τελειότητα δὲ τῆς νύμφης οὐδέπω μιμησαμένας. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μαρτυρεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ τὰ ὅμοια λέγον. ∆ιηγησάμενον γὰρ τοῦ νυμ φίου τὸ κάλλος, καὶ τὴν ἐν τοῖς χείλεσι χάριν, καὶ τὴν αἰώνιον εὐλογίαν, καὶ τὴν φοβερὰν παντευχίαν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον, καὶ τῶν πάλαι αἰχμ αλώτων λαῶν τὴν ὑπόπτωσιν καὶ προσκύνησιν, τὸν βασιλικὸν αὐτοῦ καὶ αἰώνιον θρόνον, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, τὰ τῇ δικαιοσύνῃ κεκοσμη μένα· πρὸς δὲ τούτοις καὶ τὴν ἀνθρωπείαν ἀρετὴν, ἣν μετελήλυθεν, "ἡνίκα ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·" πρὸς δὲ τούτοις καὶ τὴν χρίσιν τὴν κατὰ τὸ ἀνθρώπινον γεγενημέ νην, καὶ τὰ δῶρα τὰ ὑπὸ τῶν Μάγων προσενεχ θέντα, παράγει· "Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποι κιλμένη." Καὶ βασίλισσαν μὲν καλεῖ τὰς τετελειω μένας ἐν ἀρετῇ ψυχὰς, ἐπειδὴ καὶ Παῦλος οὕτω λέγει· "Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·" ἱματισμὸν δὲ διάχρυσον καὶ ποικίλον, τὰ αὐτὰ τοῦ Πνεύματος ποι κίλα χαρίσματα. Εἶτα καὶ συμβουλὴν αὐτῇ προσφέρει· "Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ