1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

58

Αὕτη δὲ οὐχ ἁπλῶς τὸν ὀμφαλὸν αὑτῆς ἔτεμεν, ἀλλ' οὕτως ἐβάθυνε τὴν τομὴν, ὥστε πᾶσαν τῆς εἰδωλολατρείας ἀνασπᾶσαι τὴν ῥίζαν, ὡς κρα τῆρι τορευτῷ παραβάλλεσθαι, καὶ τὸ κράμα τῆς εὐ φροσύνης διηνεκῶς ἔχειν, καὶ μηδέποτε ἐλλείπειν αὐτῇ τὴν ἐκ τῆς εὐσεβείας ἐγγινομένην αὐτῇ θυμη δίαν. Ἀλλὰ καὶ "Ἡ κοιλία σου θημωνία σίτου, πεφραγμένη ἐν κρίνοις." Τουτέστι, μεστὰ τὰ ταμιεῖά σου τῆς ψυχῆς τῶν κεκρυμμένων μυστηρίων, ὧν ἡ εὐοσμία μόνη τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις γνώρι μος. "Κρίνοις γὰρ, φησὶ, περιπέφρακται," ἵνα διὰ μὲν τοῦ περιφράγματος τὸ κεκρυμμένον νοήσωμεν, διὰ δὲ τῶν κρίνων, τὴν ἐκεῖθεν πανταχοῦ διαῤῥέουσαν εὐοσμίαν. "Καὶ οἱ μαστοί σου δὲ οἱ δύο νεβροῖς διδύ μοις δορκάδος ἐοίκασιν." Οἱ γὰρ τῆς διδασκαλίας σου κρουνοὶ, τὰ καινὰ προφέροντες νάματα, ὀξυδορκίαν διδάσκουσι, καὶ τὴν πνευματικὴν θεωρίαν ἡ γὰρ 81.192 δορκὰς ὀξυδορκίας ἐπώνυμος, καὶ ὁ νεβρὸς τοῦ νέου σημαντικός. "Ὁ δὲ τράχηλός σου, ὡς πύργος ἐλε φάντινος." Ἀπηλλάγη γὰρ τοῦ μέλας εἶναι, καὶ ἐλευκάνθη τὸν ζυγόν μου δεξάμενος· καὶ φοβερός ἐστι τοῖς πολεμίοις ὡς πύργος, καὶ ποθεινός ἐστι τοῖς φίλοις ὡς λάμπων. "Οἱ δὲ ὀφθαλμοί σου, ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν." Τοῦτο δὲ ὁ Ἀκύλας ἑρμηνεύων, ἀντὶ τοῦ "Ἐσσεβὼν" ἐπιλογισμὸν τέθεικε. ∆ιδάσκει τοίνυν ὁ νυμ φίος, ὅτι τῶν εὐσεβῶν ψυχῶν τὸ ὀπτικὸν λίμναι εἰσὶ, τὰ θεῖα νάματα δεχόμεναι, καὶ διηνεκῶς πλημμυ ροῦσαι· ἅτε δὴ ἀπὸ πολλῶν πυλῶν, τουτέστι στομάτων (τροπικῶς γὰρ τὰ στόματα πύλας ὠνόμασε), τὰ ῥεῖθρα δεχόμεναι. Καὶ γὰρ παρὰ τοῦ μεγάλου Μωσέως, καὶ παρὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ Σαμουὴλ τοῦ προφήτου, καὶ παρὰ ∆αβὶδ, τοῦ προφήτου καὶ βασιλέως, καὶ παρὰ Ἡσαΐου, καὶ Ἱερεμίου, καὶ ∆ανιὴλ, καὶ Ἰεζεκιὴλ,καὶ παρὰ τῶν δώδεκα προφητῶν, καὶ παρὰ τῶν θείων Εὐαγγελίων, καὶ παρὰ τῶν ἱερῶν ἀποστόλων, καὶ παρὰ τῶν μετ' ἐκείνους γενομένων διδασκάλων, δέχονται τῆς ὠφελείας τὰ νάματα. ∆ιό φησιν ὁ νυμ φίος· "Οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν." Αἱ γὰρ θεωρίαι τῆς ψυχῆς σου, καὶ τῶν εὐσεβῶν σου λογισμῶν τὸ πλῆθος λίμναις ἐοίκασι πολλαχόθεν δεχομέναις ὕδατα, ἐπειδὴ καὶ ἀπὸ πολλῶν στομάτων ὑποδέχῃ τῆς δι δασκαλίας τὰ νάματα. "Καὶ ὁ μυκτήρ σου δὲ, ὡς πύργος ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσωπον ∆α μασκοῦ." Τῆς μὲν οὖν Ἰουδαίας ὁ μυκτὴρ, διὰ τὸ ἀπειθὲς καὶ δυσήνιον, ἐνώτιον ἔλαβεν οἷόν τινα χαλι νὸν, καθάπερ ταῦρος κερατίζων, τοῦ νόμου τὴν ἀπειλὴν, ἐπειδὴ ὡς δάμαλις παροιστρῶσα παροί στρησεν Ἰσραήλ. Ὁ δὲ τῆς νύμφης "μυκτὴρ ὡς πύργος, φησὶν, ἐστὶ τοῦ Λιβάνου, σκοπεύων πρόσ ωπον ∆αμασκοῦ." Ὑψηλὸς γάρ ἐστι καὶ μετέωρος, καὶ τῆς ἄνωθεν εὐοσμίας ἀντιλαμβανόμενος, καὶ τῷ μύρῳ τοῦ νυμφίου προσδεδεμένος, καὶ βοῶν· "Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν." ∆ιὰ τοῦτο ἀπείκασται πύργῳ ἐπάνω μὲν τοῦ Λιβάνου κειμένῳ, σκοπεύοντι δὲ τῆς ∆αμασκοῦ πρόσωπον. Ἐπειδὴ γὰρ ὁ μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς διάβολος, κατὰ τὸν μακάριον Παῦλον, καὶ εἰς μύρον πνευματι κὸν σχηματίζεται, ἀναγκαίως ὁ μυκτὴρ τῆς νύμφης ἐγρήγορε, καὶ νήφει, καὶ σκοπεύει πρόσωπον ∆αμα σκοῦ, ἵνα μὴ ἀπατηθεῖσα τὸ μὲν ἀληθινὸν καταλίπῃ μύρον, τῷ δὲ ψευδεῖ καὶ πλανῶντι ἀκολουθήσῃ· τὴν δὲ ∆αμασκὸν ἐπὶ τῶν ἐθνῶν, καὶ τῆς τηνικαῦτα δὲ κρατούσης ἀσεβείας, ἡ θεία πολλάκις τίθησι Γραφή· ἀμέλει καὶ ὁ μακάριος Ἡσαΐας τὰ περὶ τῆς τοῦ Κυ ρίου γεννήσεως προφητεύων, καὶ εἰρηκὼς ἐκ προσ ώπου τοῦ Πνεύματος, ὅτι "Προσῆλθον πρὸς τὴν προ φῆτιν," τουτέστι πρὸς τὴν παρθένον, "καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱὸν," ὑπάγει λέγων· "Καὶ εἶπε 81.193 Κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ σκῦλα Σαμαρείας ἀπέναντι βασιλέως Ἀσσυρίων." ∆ηλοῖ δὲ ὅτι παιδίον ὢν καταλύσει