1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

51

τῆς δεξιᾶς, καὶ ἐν δέκα δεκάσι συμπληρούμενος· τετράγωνον δὲ τοῦτον οἱ περὶ ταῦτα καλοῦσι δεινοί. Ἀλλ' ὅμως εἰ καὶ τέλειος ὁ ἑκατὸν, ἀλλὰ καὶ ὁ ἑξήκοντα καὶ ὁ τριάκοντα τῶν ἐπαινουμένων· πάντας γὰρ καλὴν γῆν ὠνόμασεν ὁ Κύριος. Νοήσωμεν τοίνυν, νύμφην μὲν εἶναι τὰς ἐν πάσῃ φιλοσοφίᾳ καὶ ἀρετῇ τετελειωμένας ψυχὰς, τὰς διὰ μόνην τὴν περὶ τὸν νυμφίον ἀγάπην τῶν πόνων τῆς ἀρετῆς ἀνεχομένας, καὶ πάντα ποιεῖν καὶ πάσχειν αἱρουμένας. Ὁποῖος ἦν ὁ μακάριος Παῦλος λέγων· "Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγ γελοι, οὔτε Ἀρχαὶ, οὔτε ∆υνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς 81.172 ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν." ∆ιδάσκει γὰρ ἡμᾶς διὰ τούτων, ὅτι οὐ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ποθεῖ τὸν Χριστὸν, ἀλλ' ὅτι αἱρεῖται τῆς βασιλείας ἐκπεσεῖν, καὶ εἰς γέενναν ἐμπεσεῖν μετὰ τοῦ τὸν Χριστὸν ἀγα πᾷν, ἢ βασιλεύειν τῆς ἀγάπης ἐκείνης ἐστερημένος· αἱ τοίνυν τοιαῦται ψυχαὶ τῆς νύμφης πληροῦσι τὸ σύνταγμα, αἱ μόνῳ τῷ πόθῳ τοῦ νυμφίου κατεχόμε ναι· εἰσὶ δέ τινες οἷον μισθωτοὶ, τῇ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν τοὺς ὑπὲρ ἀρετῆς ἱδρῶτας φέρειν ἀνεχόμενοι· τούτους ἐπὶ τοῦ παρόντος ἡγοῦμαι βασι λίδας ὀνομάζεσθαι, ὡς τῆς βασιλείας ἐπιθυμοῦντας, καὶ δι' ἐκείνην φέρειν αἱρουμένους τῆς εὐσεβείας τοὺς πόνους. Εἰσὶ δὲ ἕτεροι οὐδέπω τῆς ἐλευθερίας ἠξιωμένοι, ἔτι δὲ δουλεύειν ἐθέλοντες, καὶ φόβῳ τῆς γεέννης τοὺς θείους νόμους πληροῦντες· τούτους ὑπο λαμβάνω παλλακίδας ὀνομάζεσθαι· συγγίνεται γὰρ καὶ τοῖς τοιούτοις ὁ νυμφίος πᾶσι πάντα γινόμενος. Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυτ τόμενοι, ἀμελέστερον τὰ καθ' ἑαυτοὺς οἰκονομοῦντες· καὶ τὴν μὲν πίστιν ἀκίνητον ἔχοντες, καὶ τὰ τῆς εὐ σεβείας δόγματα σῶα διαφυλάττοντες, καὶ πᾶσαν αἱρετικὴν καὶ ἀλλόφυλον διδασκαλίαν ἀποστρεφόμε νοι, ἀμελέστερον δὲ βιοῦντες, καὶ ποτὲ μὲν σφῶν αὐ τῶν ἐπιμελούμενοι, ποτὲ δὲ πάλιν εἰς ῥᾳθυμίαν κυλινδούμενοι, καὶ ποτὲ μὲν ἁμαρτάνοντες, ποτὲ δὲ τῆς μετανοίας πηγάζοντες δάκρυα. Τούτους ὁ νυμφίος ἐνταῦθα νεάνιδας προσαγορεύει· καὶ ἐπειδὴ πλείους οἱ τοιοῦτοι τῶν τε βασιλίδων, καὶ παλλακί δων, φησί· "Καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμὸς," οὐ μόνον διὰ τὸ πλῆθος ἀριθμεῖσθαι αὐτοὺς οὐκ ἔστι, φησὶν, ἀλλὰ καὶ διὰ τὸ ἀναξίους εἶναι ἀριθμοῦ. Τῶν γὰρ ἀξίων καὶ αἱ τρίχες ἠριθμημέναι εἰσὶ παρὰ τῷ Πατρί· ἀλλ' ὅμως καὶ ταύταις ὁ νυμφίος ἔστιν ὅτε συγγίνεται, τῆς ῥᾳθυμίας αὐτὰς ἀφέλκειν βου λόμενος, καὶ ποδηγῶν ἐπὶ τὰ τέλεια, καὶ πανταχόθεν αὐταῖς τὴν σωτηρίαν πραγματευόμενος. Ζητήσω μεν δὲ τί δήποτε βασιλίδας ἑξήκοντα, παλλακὰς δὲ ὀγδοήκοντα ἔφη. Ὁ ἑξήκοντα ἀριθμὸς ἓξ ἔχει δεκά δας, καὶ ἡ μὲν δεκὰς σημαίνει τὴν τελειότητα, ἡ δὲ ἑξὰς τὸν τῆς κοσμοποιΐας ἀριθμὸν περιέχει· ἐν γὰρ ἓξ ἡμέραις ὁ τῶν ὅλων Θεὸς τὴν κτίσιν ἐδημιούργη σεν ἅπασαν. Τὰς τοίνυν ἐν τούτῳ τῷ κόσμῳ τετελειω μένας ἐν ἀρετῇ ψυχὰς, καὶ τῆς βασιλείας ἐπιθυμού σας, ἑξήκοντα βασιλίδας ὠνόμασεν· ἡ γὰρ νύμφη ὑπὲρ τὸν κόσμον τοῦτον πολιτεύεται, καὶ ἔξω τούτου τυγχάνει, καὶ ὑπὲρ τοῦτον ἵπταται, καὶ ὅλη τοῦ νυμ φίου γίνεται, καὶ διηνεκῶς ἐκεῖνον φαντάζεται· αὗται δὲ ἐν τῷ κόσμῳ τούτῳ πολιτευόμεναι, τὸ τέλειον τῆς ἀρετῆς ὡς ἔνι μάλιστα μετίασι, τῆς βασιλείας τυχεῖν ἐφιέμεναι· αἱ δὲ φόβῳ τῆς κρίσεως ἐκπληροῦσαι τοὺς νόμους, εἰκότως ὀγδοήκοντα προσηγορεύθησαν. Τὸν 81.173 γὰρ τῆς κρίσεως καιρὸν ὀγδόην ἡ θεία προσαγορεύει Γραφή. Ὁ γὰρ μακάριος ∆αβὶδ, τὰ περὶ τῆς κρίσεως ἐν Ψαλμοῖς διηγούμενος, ἐπέγραψε μὲν αὐτὸν, "Ὑπὲρ τῆς ὀγδόης," φησὶ δὲ ἀρχόμενος· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με." Καὶ μετ' ὀλίγα· "Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;"