1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

27

τετυχηκότας. Συν εχώρησε μὲν γὰρ ἁρπαγῆναι τὴν Σάῤῥαν ὑπὸ τοῦ Φαραώ· παρέκυψε δὲ διὰ τῶν δικτύων, καὶ τόν τε πατριάρχην Ἀβραὰμ ἐψυχαγώγησε, καὶ τὰ δίκτυα διασπάσας σῶον αὐτῷ τὸ θήραμα καὶ ὑγιὲς ἀπ έδωκεν. Ἠγρεύθη πάλιν ὑπὸ τοῦ Ἀβιμέλεχ, καὶ πάλιν παρακύπτει διὰ τῶν δικτύων, καὶ οὐ μόνον τὸ θήραμα ἔσωσεν, ἀλλὰ καὶ τὸν θηρευτὴν εὐεργέτησε. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰσαὰκ πεποίηκε· τοιαῦτα γὰρ ἐπὶ τῇ Ῥεβέκκᾳ πέπονθεν, οἷα ἐπὶ τῇ Σάῤῥᾳ ὁ πατήρ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰακὼβ εἰργάσατο· τοῦ γὰρ κηδεστοῦ καταλαβεῖν αὐτὸν σπουδάζοντος καὶ ἀνελεῖν προθυμουμένου, ἐπιφαίνεται πάλιν διὰ τῶν δικτύων, καὶ τὸν μὲν Ἰακὼβ παραθαῤῥύνει, τὸν δὲ Λάβαν δεδίττεται. Καὶ ἡνίκα δὲ πάλιν ἔδεισε τὴν τοῦ ἀδελφοῦ παρουσίαν, φαίνεται καὶ τὸ δέος ἐλαύνει, καὶ θάρσος ἐντίθησι. Καὶ τῷ Ἰωσὴφ δὲ ἐξανδραπο δισθέντι καὶ δούλῳ γενομένῳ, κἀν τῇ δεσποτικῇ συνῆν οἰκίᾳ, κἀν τῷ δεσμωτηρίῳ παρῆν, καὶ παντα χοῦ διὰ τῶν δικτύων παρακύπτων ψυχαγωγῶν αὐτὸν διετέλει. Καὶ ἵνα τοὺς ἐν μέσῳ καταλίπω ἁγίους, φεύγων τοῦ λόγου τὸ μῆκος, οὕτω τὸν σοφώτατον ∆ανιὴλ ἐψυχαγώγησε παραδοθέντα τοῖς λέουσι, καὶ ἐκ τῶν δικτύων παρακύπτων θαῤῥεῖν παρεσκεύαζεν· οὕτω τοῖς μακαρίοις ἐκείνοις παισὶν εἰς τὴν φοβερὰν ἐκείνην συνελήλυθε κάμινον· οὕτω τοῖς ἁγίοις ἀπο στόλοις εἰς τὸ δεσμωτήριον ἐμβληθεῖσιν ὑπὸ Ἰουδαίων θαῤῥεῖν παρεκελεύετο, καὶ μετὰ παῤῥησίας κηρύτ τειν τῆς εὐσεβείας τὸν λόγον· οὕτω μετὰ ταῦτα κατειρχθέντι ἐν Ἱεροσολύμοις τῷ μακαρίῳ Παύλῳ, καὶ τὸν θάνατον προσδοκῶντι, θάρσος ἐντίθησι λέγων, "Θάῤῥει, Παῦλε· ὡς γὰρ ἐμαρτύρω τὰ περὶ ἐμοῦ ἐν Ἱεροσολύμοις, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι." Τοῦτο καὶ ἡ νύμφη αἰνιττομένη φησίν. ιʹ. Ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. Μαρτυρεῖ τῷ κάλλει τῆς νύμφης ὁ νυμφίος· καὶ οὐχ ἁπλῶς αὐτὴν καλὴν, ἀλλὰ "καλήν μου" καλεῖ· διδάσκων ὅτι λίαν αὐτῷ τὸ κάλλος αὐ τῆς ἀρέσκει. Προσαγορεύει δὲ αὐτὴν καὶ περιστερὰν, τὴν πνευματικὴν χάριν διὰ τούτου τοῦ ὀνόματος αἰ 81.104 νιττόμενος· ἐν εἴδει γὰρ περιστερᾶς ἐπ' αὐτὸν ἐφοί τησε τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ τελείους πνευμα τικοὺς οἶδεν ὁ μακάριος Παῦλος καλεῖν. ∆ιὸ τοῖς ἀτελέσιν ἔτι γράφων φησίν· "Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ." Τοῖς δὲ τελείοις γράφει· "Ὑμεῖς δὲ ἐν σαρκὶ οὐκ ἐστὲ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. "Εἰκότως τοίνυν τὴν ἐν ἀρετῇ τετελειωμένην ψυχὴν ὁ νυμ φίος περιστερὰν ὀνομάζει· τουτέστι πνευματικὴν, καὶ Πνεύματος ἁγίου πεπληρωμένην. Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας πόῤῥωθεν ταῦτα προορῶν, καὶ τοὺς ἁγίους ἀποστόλους οἷόν τινας ὑποπτέρους πᾶ σαν τὴν οἰκουμένην περιϊπταμένους θεώμενος, καὶ τοὺς ἐκείνων φοιτητὰς καὶ ἀκροατὰς, ὥσπερ τινὰς νεοττοὺς, ἑπομένους αὐτοῖς, βοᾷ καὶ λέγει· "Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν;" Οὕτω καὶ ὁ νυμφίος ἐνταῦθα τὴν Ἐκκλησίαν αὐτοῦ κάμνουσαν ἐν τοῖς πειρασμοῖς ψυχαγωγῶν καὶ παραμυθούμενος, καὶ ἐκ τῶν θυρί δων παρακύπτων, καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτων, παρακαλεῖ αὐτὴν ἀναστῆναι, καὶ πρὸς αὐτὸν ἀναπτῆ ναι. Ἔδωκε γὰρ αὐτῇ τῆς περιστερᾶς ἐκείνης τὰ πτερὰ, περὶ ἧς ὁ μακάριος ∆αβὶδ λέγει· "Ἐὰν κοι μηθῆτε ἀναμέσον τῶν κλήρων, ἐκεῖ πτέρυγες περι στερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου·" κλήρους τὰς δύο ∆ιαθήκας ὀνομάζων, περιστερὰν δὲ τὴν τοῦ Πνεύματος χάριν, πτερὰ ἔχουσαν περιηργυρωμένα, τὴν τοῦ λόγου λαμ πρότητα· μετάφρενα δὲ ἐν χλωρότητι χρυσίου, τῶν κεκρυμμένων μυστηρίων τὸ περίβλεπτον· Ἐὰν γὰρ, φησὶν, ἐν μέσῳ τῶν δύο ∆ιαθηκῶν διαναπαύσησθε, καὶ ἑκατέρωθεν τὴν