1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

25

θυγατέρας Ἱερουσαλὴμ, ἐγεῖραι καὶ ἐξεγεῖραι τὴν περὶ τὸν νυμ φίον ἀγάπην, ἕως ἂν αὐτὸς ἐθελήσῃ. Ταῦτα ταῖς νεάνισι διαλεγομένη, καὶ εἰς τὴν ὁμοίαν αὐτὰς ἀγάπην προτρεπομένη, ἐν αἰσθήσει γίνεται τῆς τοῦ νυμφίου παρουσίας, καί φησι· ηʹ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου. Ἐθὰς γὰρ γενομένη τῶν ἱερῶν αὐτοῦ λόγων, ἐπιγινώσκει αὐτοῦ τὴν φω νήν· ὡς καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· "Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει." Ἀλλοτρίῳ δὲ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Οἶδε τοιγαροῦν ἡ νύμφη τὴν τοῦ νυμφίου φωνήν· οἶδε διαφορὰν μοιχοῦ καὶ νυμφίου. Καὶ τῶν μὲν μοιχῶν, καὶ λύκων, καὶ μισθωτῶν βδελύττεται τὰς φωνάς· τοῦ δὲ νυμ φίου καὶ ποιμένος τοὺς λόγους ποθεῖ. ∆ιόπερ αὐτίκα ἐν αἰσθήσει γενομένη τῆς ἐκείνου παρουσίας βοᾷ· "Φωνὴ τοῦ ἀδελφιδοῦ μου·" καὶ οὐκ ἀνέχεται καθῆσθαι, ἀλλ' ἀνίσταται, καὶ καραδοκεῖ, καὶ περι σκοπεῖ, καὶ ὁρῶσα αὐτὸν βοᾷ· Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλό μενος ἐπὶ τοὺς βουνούς. θʹ. Ὅμοιός ἐστιν ὁ ἀδελ φιδοῦς μου τῇ δορκάδι καὶ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. Ἄξιον δὲ ζητῆσαι, τί δήποτε αὐτὸν δορκάδι καὶ νεβρῷ ἐλάφων ἀπεικάζει, καὶ τίνα τὰ ὄρη Βαιθὴλ, καὶ τίνα τὰ πηδήματα, καὶ τίνα τὰ ἅλματα, τίνες δὲ οἱ βουνοὶ καὶ τὰ ὄρη, ἐφ' οἷς ταῦτα γίνεται. Φασὶ τὴν δορκάδα ἐπώνυμον εἶναι τῆς οἰκείας ὀξυδορκίας, καὶ διὰ τὸ ὀξέως ὁρᾷν ταύτην εἰληφέναι τὴν προσηγορίαν. Φασὶ δὲ καὶ τὰς ἐλάφους τῶν ἑρπυστικῶν θηρίων ἀναιρετικὰς εἶναι, καὶ τοὺς ὄφεις, καὶ τοὺς ἔχεις, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πόᾳ παραπλησίως ἐσθίειν, καὶ μηδεμίαν ἐντεῦθεν ἀπο φέρεσθαι βλάβην. Ἐπειδὴ τοίνυν ὁ ∆εσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ 81.97 πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν. Νεβρῷ δὲ πάλιν αὐτὸν ἐλάφων ἐοικέναι φησὶν, ὡς συντρίψαντα τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ συνθλά σαντα τὰς κεφαλὰς τοῦ δράκοντος, καὶ μαχαίρᾳ παραπλησίως ὄφιν τὸν σκολιὸν καὶ ἀνελόντα τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ· καὶ δεδωκότα τοῖς ἑαυ τοῦ μαθηταῖς ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ ἁμαρτίαν μὲν μὴ ποιήσαντα, ἄραντα δὲ τοῦ κόσμου τὰς ἁμαρτίας, καὶ οἷόν τινας ὄφεις καταδα πανήσαντα. Νεβρῷ δὲ αὐτὸν ἐλάφου ἀπεικάζει· ἐπειδὴ οὐ μόνον ἄνθρωπος, ἀλλὰ καὶ Υἱὸς ἀνθρώπου προσ αγορεύεται, καὶ οὐ μόνον λέων, ἀλλὰ καὶ σκύμνος λέοντος· "Ἀναπεσὼν γὰρ, φησὶν, ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος." Εἰκὸς δὲ αὐτὴν καὶ αἰνίττεσθαι, ὅτι καὶ ἔτι βραχεῖαν ἔχων τὴν σωμα τικὴν ἡλικίαν, διαβόλου τὴν δύναμιν οἷόν τινας κατεδαπάνησεν ὄφεις, καὶ τοὺς μάγους, τοῦ διαβόλου τοὺς ὑποφήτας, εὐθὺς γεννηθεὶς εἵλκυσεν εἰς προσ κύνησιν. Κατὰ τὸν νόμον δὲ τῶν καθαρῶν ἐστι ζώων, καὶ ἡ δορκὰς, καὶ ἡ ἔλαφος· προτέτακται δὲ ἡ δορκὰς τῆς ἐλάφου, ὡς τύπον ἔχουσα διὰ τὴν ὀξυδορκίαν τῆς πίστεως. Πιστεῦσαι γὰρ δὴ πρῶτον τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζη τοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Καὶ τοὺς ἐλά φους δὲ ἡ θεία καλεῖ Γραφή· καὶ νῦν μέν φησιν ὁ μακάριος ∆αβὶδ ἐν ιζʹ ψαλμῷ· "Ὁ Θεὸς περιζων νύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου." Ἐγένετο γὰρ, φησὶν, ἄμωμος ἡ ὁδός μου, ἐπειδὴ κατηρ τίσθησαν οἱ πόδες μου ὡσεὶ ἐλάφου. Ἠδυνήθην γὰρ πατῆσαι ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νῦν δὲ ἐν κηʹ ψαλμῷ φησι· "Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκα λύψει δρυμούς." Ἐλάφους δὲ ἐνταῦθα τοὺς ἱεροὺς ἀποστόλους ὀνομάζει, ὧν οἱ πόδες ὡραῖοι, ὡς εὐαγγε λιζομένων ἀγαθὰ, ὡς