1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

41

νοήσωμεν τοίνυν, τινὰς μὲν αὐτῆς εἶναι ὀφθαλμοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ χείλη· διὸ καὶ ὁ νυμφίος φησὶν αὐτῇ· "Κηρίον ἀπο στάζει χείλη σου νύμφη· Μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. ∆ηλοῖ δὲ ἐνταῦθα τοὺς τῆς Ἐκκλησίας διδασκάλους, τὴν εὐσεβῆ διδασκαλίαν προσφέροντας, καὶ οἱονεὶ κηρίον μελισσῶν ἐν τοῖς χείλεσι φέροντας, καὶ τὰς σταγόνας τοῦ μέλιτος ἀποστάζοντας· ἔχοντας δὲ οὐ μόνον μέλι, ἀλλὰ καὶ γάλα, καὶ ἑκάστῳ τὴν πρόσφορον προσφέροντας τροφὴν, καὶ τοῖς νηπίοις τὴν ἁρμόττουσαν, καὶ τοῖς τελείοις τὴν προσήκουσαν. Τὰ δὲ κηρία τοῦ μέλιτος, τὰ ἐν τοῖς χείλεσι τῶν δι δασκάλων φερόμενα, αἱ θεῖαι τυγχάνουσι Γραφαὶ, μελίττας ἔχουσαι κηροπλαστούσας καὶ μελιτουργού σας, τοὺς ἱεροὺς προφήτας καὶ ἀποστόλους· ἐκεῖνοι γὰρ τοὺς λειμῶνας τοῦ παναγίου περιιπτάμενοι Πνεύ ματος, τὰ κηρία τῶν θείων ἡμῖν Γραφῶν οἷον πηξά μενοι, καὶ τοῦ μέλιτος τῆς διδασκαλίας ἐμπλήσαντες, εἰς ἡμᾶς τὴν ὠφέλειαν παρέπεμψαν. Καὶ ἔοικε κηρῷ μὲν τὸ γράμμα, μέλιτι δὲ τὸ ἐν αὐτῷ κρυπτόμενον νόημα· τούτου τοῦ μέλιτος τὰς σταγόνας ἀφίησι τῶν εὐσεβῶν διδασκάλων τὰ χείλη. Ὀρέγει δὲ καὶ γάλα ἀπὸ τῆς γλώττης αὐτῶν φερόμενον τοῖς τοῦ γά λακτος δεομένοις· ἐπιμένει δὲ πάλιν θαυμάζων τῆς νύμφης τὰ ἱμάτια, καί φησι· "Καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ τοῦ λιβάνου." Προειρήκαμεν ὡς αὐτὸς αὐτῇ γέγονεν ἱμάτιον ὁ νυμφίος· καὶ μάρτυς ὁ μα κάριος Παῦλος λέγων· "Ὅσοι εἰς Χριστὸν ἐβαπτί σθητε, Χριστὸν ἐνεδύσασθε." Ὁ δὲ νυμφίος, καὶ 81.144 Θεός ἐστι προαιώνιος, καὶ ἄνθρωπος ἐπ' ἐσχάτων ἡμερῶν ἐκ τῆς ἁγίας Παρθένου γεννηθείς· καὶ μένων ὃ ἦν, προσέλαβε τὸ ἡμέτερον, καὶ τὴν πάλαι γεγυ μνωμένην ἠμφίασε νύμφην. ∆ιό φησι πρὸς αὐτήν· "Ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ τοῦ λιβάνου·" τὸν γὰρ Χριστὸν ἐνδέδυται, ὅς ἐστι Θεὸς καὶ ἄνθρωπος· θεολογίας δὲ σύμβολον ὁ λίβανος, ἐπειδὴ κατὰ τὸν παλαιὸν νόμον Θεῷ προσεφέρετο. ιβʹ. Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη." Καὶ καλεῖ μὲν αὐτὴν κῆπον, ὡς οὐχ ἕνα καρπὸν εὐσεβείας καὶ ἀρετῆς, ἀλλὰ πολλοὺς καὶ ποικίλους τίκτουσαν· κεκλεισμένον δὲ, ὡς περιπεφραγμένον, καὶ ἀνεπιβού λευτον· "Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς·" οὐ γάρ ἐστι κατ' ἐκείνην τὴν ἐξ Αἰγύπτου μετατεθεῖσαν, "Ἣν ἐτρύγησαν πάντες οἱ παραπο ρευόμενοι τὴν ὁδὸν, καὶ ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο·" ἀλλὰ περιπέ φρακται, καὶ τετείχισται, καὶ κήπῳ κεκλεισμένῳ παρέοικε, πολλοὺς μὲν καὶ παντοδαποὺς ἔχοντι καρ ποὺς, τοὺς δὲ κλῶπας οὐ δεχομένῳ, ἀλλὰ φεύγοντι τῶν ἐπιβουλευόντων τὰς χεῖρας. Καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη· οὐ γὰρ πᾶσι προκεῖται, ἀλλὰ τοῖς ἀξίοις ταῦτα τὰ νάματα· περὶ ταύτης τῆς πηγῆς καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριός φησιν· "Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Εἰκότως τοί νυν αὐτὴν πηγὴν ἐσφραγισμένην καλεῖ, ὡς μὴ πᾶσιν, ἀλλὰ τοῖς ἀξίοις προκειμένην. Οὐ γὰρ τοῖς ἀμυήτοις, ἀλλὰ τοῖς μεμυημένοις πρόκειται τὰ θεῖα μυστήρια· οὐ τοῖς ἐν ἀνομίαις μετὰ τὴν μύησιν καλινδουμένοις, ἀλλὰ τοῖς ἀκριβείᾳ συζῶσιν, ἢ διὰ μετανοίας καθ αιρομένοις· οὐ μόνον δέ φησι, "Κῆπος κεκλεισμένος, καὶ πηγὴ ἐσφραγισμένη," ἀλλὰ καί· ιγʹ-ιεʹ. Ἀποστολαί σου παράδεισος ῥοῶν, μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων. Νάρδος καὶ κρόκος, κάλαμος καὶ κινάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη μετὰ πάντων πρώτων μύρων. Πηγὴ κή πων, φρέαρ ὕδατος ζῶντος, καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. Ταῦτα πάντα, φησὶν, ἀπέστειλάς μοι, καὶ προσήνεγκάς μοι κατὰ τὸν τοῦ γάμου καιρόν· καὶ πρῶτον μὲν, τὸν παράδεισον τῶν ῥοῶν, ὃς οὐκ ἦν ἄμοιρος οὐδὲ τῶν ἄλλων ἀκροδρύων· ῥοὰν δὲ ἡγοῦμαι τροπικῶς νομίζεσθαι τὴν