1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

15

ἀκροαταὶ τῶν ἀποστολικῶν ἐτύγχανον κρουνῶν, οἷόν τινων μαστῶν παντὸς οἴνου καὶ πά σης εὐφροσύνης τιμιωτέρων. Καὶ κατὰ τὸν παρόντα δὲ καιρὸν, οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τὰ θεῖα νά ματα προσφέρουσι τῷ λαῷ, ὥσπερ ἔκ τινων ταμιείων. Ὁ δὲ ἀπολαύων, ὥσπερ ἀπό τινων μαστῶν, τὴν πνευματικὴν ἕλκει τροφὴν, καὶ πάσης αὐτὴν εὐφρο σύνης βιωτικῆς ἀμείνω ἡγεῖται. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς Ἄσμασιν ἡ νύμφη φησίν· "Εἰσήνεγκέ με ὁ βα σιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ." Αἱ δὲ νεάνιδες ἀπ εκρίναντο· "Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·" καὶ ὑπισχνοῦνται λέγουσαι· "Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·" καὶ τὴν αἰτίαν ἐπιφέρουσιν· "Εὐθύτης ἠγάπησέ σε." Εἰ γὰρ "χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, κατὰ τὸν μακάριον ∆αβὶδ, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, καὶ διὰ τοῦτο ἠγάπησέ σε·" προσήκει καὶ ἡμᾶς ἐξηρτῆσθαι σοῦ καὶ διηνεκῶς προσεδρεύειν, καὶ τῶν σῶν ἀπολαύειν μαστῶν. Εἶτα πάλιν ἡ νύμφη φησίν· δʹ. Μέλαινά εἰμι, καὶ καλὴ, θυγατέρες Ἱερουσα λὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σολομών. εʹ. Μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Ἡγοῦμαι οὐκ ἔτι ταῦτα πρὸς τὰς νεάνιδας λέγειν τὴν νύμφην, ἀλλὰ πρὸς τὰς ἐπὶ τῷ νόμῳ γαυριώσας, καὶ ἐπὶ τῇ Παλαιᾷ ∆ιαθήκῃ φρυαττομένας, καὶ μεγαλοφρονούσας, καὶ ὀνειδιζούσας αὐτῇ, οὐ τὸ ἀλλόφυλον μόνον, ἀλλὰ καὶ τὴν προτέραν δεισιδαιμονίαν, καὶ τὴν ἐντεῦθεν γινο μένην μέλαιναν χρόαν. ∆ιὸ λέγει πρὸς αὐτάς· Οὐ μό νον εἰμὶ μέλαινα, ἀλλὰ καὶ καλή· ἀνέβλεψα γὰρ πά λαι τυφλώττουσα, καὶ ῥάκια παλαιὰ περικειμένη, νῦν ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποι κιλμένη, τὸ βασιλικὸν ἔσχον ἀξίωμα, καὶ τῷ βασιλεῖ παρίσταμαι, ἐξωθησαμένη σε ἐπιμανεῖσαν τῷ βασι λεῖ, καὶ τοῦτον μὲν θανάτῳ παραδεδωκυῖαν, τῷ πλή θει δὲ τῶν μοιχῶν τὴν παστάδα μιάνασαν. Μὴ τοί νυν ὀνείδιζέ μοι τὸ μέλαν τῆς χρόας, μηδὲ τὰ πρότερά μοι ἄγε εἰς μέσον κακά. Μέλαινα γάρ εἰμι, ὁμολογῶ, ἀλλὰ καλὴ καὶ ἀρέσκουσα τῷ νυμφίῳ. Φοβήθητι τῆς Μαριὰμ τὸ παράδειγμα· ὠνείδισε γὰρ κἀκείνη Μωσεῖ, ὅτι Αἰθιόπισσαν γυναῖκα ἠγάγετο, καὶ ἐγένετο λεπρῶσα ὡσεὶ χιών· καὶ ὡς ἀκάθαρτος ἔξω τῆς παρεμβολῆς ἐξεβλήθη, καὶ οὐκ εἰσελήλυθεν, ἄχρις οὗ μετενόησε. Κἀγὼ τοίνυν Αἰθιόπισσα μὲν, ἀλλὰ τοῦ μεγάλου Νομοθέτου νύμφη· καὶ θυγάτηρ μὲν ἱερέως Μαδιὰμ ἀνδρὸς εἰδωλολάτρου· ἐπελα θόμην δὲ τοῦ λαοῦ μου, καὶ τοῦ οἴκου τοῦ πατρός μου· διὸ ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους μου. Μὴ βλέψητέ με τοίνυν ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· ὄψεσθέ με λελευκασμένην τὴν νῦν μεμελανωμένην, καὶ βοήσετε· Τίς αὕτη ἡ 81.69 ἀναβαίνουσα λελευκανθισμένη; Ἐρῶ δὲ ὑμῖν καὶ τὴν αἰτίαν τῆς μελανώσεως ταύτης. Ἐμελανώθην γὰρ λα τρεύουσα τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν, ἀντὶ τοῦ ἡλίου τῆς δικαιοσύνης προσκυνήσασα. Ἀλλ' εἶδον τὴν διαφορὰν ἐκείνου καὶ τούτου, καὶ καταλιποῦσα τὸ ποίημα, τὸν Ποιητὴν προ σεκύνησα. Μὴ βλέψητέ με τοίνυν, ὅτι ἐγώ εἰμι μεμελα νωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος, ἢ ὡς ὁ Σύμμαχος, ὅτι καθήψατό μου ὁ ἥλιος. "Μέλαινα γάρ εἰμι, καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ·" μέλαινα διὰ τὴν προ τέραν ἀσέβειαν, καλὴ διὰ τὴν μετάνοιαν· μέλαινα διὰ τὴν ἀπιστίαν, καλὴ διὰ τὴν πίστιν. Καὶ οὕτω σφό δρα ἤμην μέλαινα, ὡς τὰ σκηνώματα Κηδὰρ, ὃ ἑρμηνεύεται σκοτασμός· οὕτω δὲ γέγονα καλὴ, ὡς δέῤῥεις Σολομὼν ἀντὶ τοῦ, ὡς σκηναὶ τοῦ Σολομῶντος, ὡς τὰ περιβόλαια τοῦ Σολομῶντος, περὶ ὧν ὁ Κύριός φησι· "Ἀποβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ἃ οὔτε νήθει, οὔτε ὑφαίνει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀμφιέννυσιν αὐτά· ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν ἐν τῇ δόξῃ αὑτοῦ περιεβάλετο, ὡς ἓν τούτων." ∆ιὸ καὶ, μετὰ βραχὺ, κρίνον αὐτὴν ὁ νυμφίος ὀνομάζει, ὡς μήτε νήθου σαν, μήτε ὑφαίνουσαν, τὸν ἀφρόντιδα δὲ βίον μετ οῦσαν, καὶ ὑπ' αὐτοῦ τοῦ νυμφίου