1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

18

σταθήσεσθαι, διακριθέντας ἐκ τῶν ἀμνῶν τῶν λαχόντων δεξιὸν χῶρον. Ἐπειδὴ καὶ ἐν τῷ νόμῳ ὑπὲρ ἁμαρτίας οὐ πρόβατον, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο. ∆ιὰ τοῦτο λέγει τῇ νύμφῃ ὁ νυμφίος· Τοῖς ἴχνεσι τῶν ποιμνίων ἀκολούθει, καὶ τῶν προλα βόντων ἁγίων ἀνερεύνα τὸν βίον· καὶ ἐν τοῖς τῶν ποιμένων ἐκείνων σκηνώμασι, τουτέστιν ἐν ταῖς ἀποστολικαῖς ἐκκλησίαις, βόσκε σου τοὺς ἐρίφους, ἀκούσασα ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· "Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ Πα τρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. ηʹ. Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Τροπικῶς ἐνταῦθα Φαραὼ τὸν τῆς ἡμετέρας φύσεως ἀλάστορα προσηγόρευσε, τὸν ἀλιτή ριον καὶ κοινὸν ἡμῶν πολέμιον ὃν τῷ Φαραὼ παρα πλησίως ἐν τοῖς ἁγίοις τοῦ βαπτίσματος ὕδασιν ὑποβρύχιον πεποίηκε. Τῇ ἵππῳ μου τοίνυν, ᾗ χρησάμενος τὰ ἅρματα τοῦ Φαραὼ κατεπόντισα, ὁμοίαν σε κρίνω πλησίον μου γενομένην, καὶ ἀγά πην περὶ ἐμὲ κτησαμένην. Ἐχρήσατο δὲ οἷόν τινι ὀχήματι τῇ τοῦ δούλου μορφῇ, ἣν κενώσας ἑαυτὸν ἀνέλαβεν, ἵνα παντὶ τῷ γένει πραγματεύσηται σωτη ρίαν. Ταύτῃ τοίνυν τῇ ἵππῳ ἀπεικάζει τὴν νύμφην. Καὶ μαρτυρεῖ τῷ νοήματι ὁ Ἀπόστολος, οὑτωσὶ λέγων περὶ τοῦ Σωτῆρος Χριστοῦ· "Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Καὶ πάλιν· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." Ἐκ τῶν ἀποστολικῶν τοίνυν ῥημάτων τὰ μυστικὰ τοῦ Ἄσματος νοήσωμεν ῥή ματα, καὶ ἀκούσωμεν τοῦ νυμφίου λέγοντος, ὅτι Σὲ τὴν πλησίον μου γενομένην, καὶ διὰ τοῦτο πλησίον ὀνομαζομένην, καὶ ἐκ τοῦ πράγματος καρπουμένην τὸ ὄνομα, τῇ ἵππῳ μου ἐοικέναι φημὶ, ᾗ χρησάμενος τὸν νοητὸν Φαραὼ σὺν τοῖς ἅρμασιν αὐτοῦ κατεπόν τισα, καί σοι τὴν ἐλευθερίαν ἐδωρησάμην. Τούτοις ἐπάγει· θʹ. Τί ὡραιώθησαν αἱ σιαγόνες σου, ὡς τρυ 81.77 γόνος! τράχηλός σου, ὡς ὁρμίσκοι! Ἀλλὰ μὴ πάλιν σαρκικῶς νοήσωμεν τὴν σιαγόνα, καὶ τὸν τρά χηλον· λάβωμεν δὲ εἰς νοῦν, ὅτι καὶ πολλάκις ἡ θεία Γραφὴ σωματικοῖς ὀνόμασι καὶ ἐπὶ τῆς ψυχῆς κέ χρηται· καὶ ποτὲ μέν φησιν ὁ προφήτης Ἱερεμίας· "Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ·" καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης λέγει, ἐπάγει, "καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου." Ποτὲ δὲ ὁ μακά ριος Παῦλος λέγει· "Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον·" οὔτε περὶ χειρῶν, οὔτε περὶ ποδῶν, οὔτε περὶ τῆς ὁρωμένης χωλότητος ὁ μακάριος παρῄνεσε Παῦλος, ἀλλὰ τὰς πρακτικὰς τῆς ψυχῆς ἐνεργείας τούτοις τοῖς ὀνόμασι προσηγόρευ σεν. Οὕτω τοίνυν νοήσωμεν τό· "Ὡραιώθησαν σια γόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι." Ἐκ πολλῶν γὰρ ἀνδρῶν καὶ γυναικῶν ἡ Ἐκκλησία συγκεκροτημένη, ἔχει τινὰς μὲν σιαγόνας, τινὰς δὲ ὀφθαλ μοὺς, τινὰς δὲ ἀκοὰς, τινὰς δὲ στόμα, ἄλλους δὲ χεῖ ρας, καὶ ἄλλους πόδας ὀνομαζομένους. Ἐπαινεῖ τοίνυν ὁ νυμφίος τοὺς τὴν σεμνότητα μετιόντας, καὶ τὸ τῆς αἰδοῦς ἐρύθημα κεκτημένους· καί φησιν· "Ὡραιώθη σαν σιαγόνες σου ὡς τρυγόνος." Τὴν δὲ τρυγόνα φασὶν οἱ τὰς φύσεις τῶν ζώων συγγεγραφότες, οὐ φιλέρημον εἶναι μόνον, ἀλλὰ καὶ σώφρονα, καὶ τόν τε ἄῤῥενα μιᾷ θηλείᾳ συναπτόμενον, τὴν δὲ θήλειαν ἑνὶ ἄῤῥενι κοι νωνοῦσαν, καὶ οὐδὲ μετὰ τὴν ἀποβίωσιν ἑτέρῳ ἢ ἑτέρᾳ συναφθῆναι ἀνεχομένην. Εἰκότως τοίνυν ταύτῃ ἐοικέναι τὴν Ἐκκλησίαν φησὶ τὴν τῷ Χριστῷ συν αφθεῖσαν, καὶ τὰς τῶν ἄλλων κοινωνίας διαφυγοῦσαν, καὶ μηδὲ μετὰ τὸν θάνατον αὐτοῦ καταλιπεῖν αὐτὸν ἀνεχομένην, ἀλλὰ ἀναμείνασαν τὴν ἀνάστασιν, καὶ ἀναμένουσαν αὐτοῦ τὴν