1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

16

ἀμφιεννυμένην καὶ τρεφομένην. Φησὶ τοίνυν ἡ νύμφη, ὅτι Πάλαι τοῖς σκηνώμασι Κηδὰρ ἀπεικασμένη, ὃ ἑρμηνεύεται σκοτασμὸς, καὶ τῷ σκότει δουλεύουσα, καὶ τοῖς δαίμοσι λατρεύουσα, νῦν ἐξαίφνης ἠμείφθην, καὶ ἔοικα ταῖς δέῤῥεσι τοῦ Σολομῶντος ἐοικέναι· ἐπει δὴ καὶ αὕτη οὐ μόνον νύμφη, ἀλλὰ καὶ ναὸς ἐγένετο τοῦ εἰρηνικοῦ Χριστοῦ. "Υἱοὶ μητρός μου ἐμαχέ σαντο ἐν ἐμοί." Ἔχεται δὲ καὶ ταῦτα τῶν προειρη μένων. ∆ιδάσκει δὲ τὰς θυγατέρας Ἱερουσαλὴμ, ὅπως, μέλαινα οὖσα καὶ δυσειδὴς, ἐξαίφνης καλὴ ἐγέ νετο. "Υἱοὶ γὰρ, φησὶ, μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·" υἱοὺς μὲν καλοῦσα τοὺς ἱεροὺς ἀποστόλους, περὶ ὧν τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῷ μδʹ ψαλμῷ πρὸς αὐτὴν τὴν βασιλίδα· "Ἀντὶ τῶν πατέρων σου ἐγεν νήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Μητέρα δὲ αὐτῆς καὶ αὐτῶν καλεῖ τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακάριος Παῦλος λέγει· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέραἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν." Οἱ τοίνυν υἱοὶ, φησὶ, τῆς μητρός μου ἐμαχέσαντο ἐν ἐμοί·" τὸν κατὰ τῆς εἰδωλολατρείας, καὶ τῆς ἄλλης πα ρανομίας γενόμενον τοῖς ἀποστόλοις πόλεμον· οἵτινες ἐν ἑκάστῳ τῶν ἀκροατῶν, οἷόν τινα μάχην καὶ πόλε μον ἀνεδέχοντο, ἀγωνιζόμενοι ἐκβάλλειν μὲν τὰ πο νηρὰ ἔθη τῶν ψυχῶν, τοὺς δὲ τῆς εὐσεβείας ἐγκατα πῆξαι νόμους. Καὶ ἵνα σαφέστερον μάθωμεν, πῶς ἐν ταῖς τῶν μαθητευομένων ψυχαῖς διεμάχοντο οἱ μακά ριοι τῆς εὐσεβείας κήρυκες, ἀκούσωμεν τοῦ μακαρίου 81.72 Στεφάνου διαμαχομένου καὶ λέγοντος· "Σκληροτρά χηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς." Καὶ ὁ μακάριος δὲ Παῦλος Κορινθίοις μὲν ἐπιστέλλων φησίν· "Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε ται·" καὶ πάλιν, "Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων." Γαλάταις δὲ γράφων, "Ὦ ἀνόητοι, φησὶ, Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλ μοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρω μένος;" Οὕτως ἐπιτιμῶντες, καὶ παραινοῦντες, καὶ τὰς ῥυτίδας τῶν ἁμαρτημάτων διατείνοντες, καὶ τὰ γεγηρακότα ἀποξύοντες ἤθη, νέαν ἀντὶ παλαιᾶς, καὶ ἀντὶ δυσειδοῦς καὶ εἰδεχθοῦς εὐπρεπῆ, καὶ ἀντὶ με λαίνης λευκοτάτην ἀπεφήναντο τοῦ Κυρίου τὴν νύμ φην οἱ πρῶτοι τῆς εὐσεβείας ὑποφῆται καὶ κήρυκες. ∆ιὰ τοῦτο ἡ νύμφη δεῖξαι βουλομένη τίνα τρόπον ὡραία γέγονε καὶ καλὴ, φησίν· "Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί. Ἔθεντό με φυλάκισσαν ἐν ἀμ πελῶσι." Παρέδωκάν μοι γὰρ οἷόν τινας ἀμπελῶνας, τὰς θείας ἐντολάς· καὶ ταύτας οὐκ ἐργάζεσθαι μόνον καὶ γεωργεῖν, ἀλλὰ καὶ φυλάττειν παρεκελεύσαντο, ἵνα μή τι τῶν πονηρῶν θηρίων λυμαίνηται τὸν καρ πόν. Τούτοις ἐπιφέρει· "Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύ λαξα." ∆ιπλῆν ἔχει τὴν ἔννοιαν τὸ ῥητὸν, εὐσεβῆ δὲ ἑκατέραν, καὶ ὠφελείας μεστήν. Ἢ γὰρ τοῦτο λέγει, ὅτι Τὸν πρότερόν μου ἀμπελῶνα, ὃν πρὸ τῆς πίστεως ἐγεώργουν, τὸν πατρόθεν μοι παραδοθέντα, καταλέ λοιπα ἀνεπιμέλητον καὶ ἀφύλακτον, ὥστε παντελῶς τὰ πρότερα ἤδη διαφθαρῆναι, καὶ λήθῃ παραδοθῆ ναι· ἢ ὅτι Τὸν ἐμὸν ἀμπελῶνα, τουτέστι τῆς ἐμῆς ψυχῆς τὴν ὠφέλειαν ἀφιεμένη, καὶ τὰ τῶν ἄλλων κέρδη τῶν οἰκείων κερδῶν προαιρουμένη. Τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι "Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς·" καὶ πάλιν, "Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·" καὶ περὶ ἑαυτοῦ δέ φησιν, ὅτι "Οὐ ζητῶ τὸ ἐμαυτοῦ συμφέ ρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι." Τέθεικα δὲ ἀμφότερα τὰ νοήματα, ἵν' ἔχοιεν οἱ ἐντυγχάνοντες ἀμφοτέρων τὴν γνῶσιν, καὶ τὸ δοκοῦν αὐτοῖς ἀληθέ στερον εἶναι λάβωσιν. Μετὰ ταῦτα ἡ νύμφη, καταλι ποῦσα τούς τε πρὸς τὰς νεάνιδας λόγους, καὶ τὴν πρὸς τὰς θυγατέρας Ἱερουσαλὴμ διδασκαλίαν, τρέπεται πρὸς τὸν νυμφίον, καὶ ἣν ἔχει