1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

20

ἀδελφαὶ τυγχάνουσαι, ἥ τε Ἰουδαίων πληθὺς, καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐκείνης δὲ υἱὸς ὁ Χριστὸς τὸ κατὰ σάρκα, εἰκότως αὐτὸν ἀδελφιδοῦν ἡ νύμφη καλεῖ, ὡς τῆς ἀδελφῆς αὐτῆς υἱὸν γενόμενον κατὰ τὸ ἀνθρώπι νον. Οὗτος τοίνυν ὁ ἀδελφιδοῦς μου ἐμοὶ καὶ νάρδος ἐστὶ, καὶ ἀπόδεσμος στακτῆς· πολλοῖς γὰρ αὐτὸν ὀνόμασι προσαγορεύω, ὑπὸ τῆς εὐοσμίας τοῦ μύρου αὐτοῦ καταθελγομένη, καὶ οὐ δύναμαι ἑνὶ ὀνόματι χρήσασθαι. Πάσας γὰρ ὁμοῦ τὰς προσηγορίας νικᾷ τῆς εὐοσμίας αὐτοῦ ἡ δύναμις· ἀλλ' ὑπὸ τῆς ἀγάπης αὐτοῦ νικωμένη, καὶ νάρδον αὐτὸν ὀνομάζω, καὶ ἀπό δεσμον στακτῆς προσαγορεύω. Νάρδον μὲν, ὡς καὶ ἀλιφέντα τῇ νάρδῳ τῇ πιστικῇ τῇ πολυτίμῳ, ἧς ἡ ὀσμὴ ὅλον τὸν οἶκον ἐπλήρωσε, τύπον ἔχοντα τῆς οἰκουμένης· ἐπλήρωσε γὰρ τῆς εὐώδους πίστεως τὴν οἰκουμένην ἡ ὑπὸ τῶν εὐσεβῶν τῷ Κυρίῳ προσενε χθεῖσα θεραπεία· ἀπόδεσμον δὲ αὐτὸν καλῶ στακτῆς, ἐπειδὴ αὐτὸς "Κατέβη ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν." Κέκληται δὲ ὑπὸ τῶν προφητῶν καὶ σταγών· "Ἔσται γὰρ, φησὶν, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθή σεται Ἰακώβ." Ἰστέον δὲ ὅτι ὁ Σύμμαχος, καὶ ὁ Ἀκύλας, σμύρναν τὴν στακτὴν ὠνομάκασι. ∆ηλοῖ δὲ ἡ σμύρνα τοῦ νυμφίου τὸν θάνατον, καὶ τὴν ἐκεῖ θεν γενομένην εὐοσμίαν τῇ νύμφῃ. Προσέθηκε δέ· "Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται." Τουτ έστιν ἐν τῷ ἡγεμονικῷ τῆς ψυχῆς μου, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται μεταξὺ τῶν μαστῶν διακειμένῃ. ∆ηλοῖ δὲ τοῦτο τῆς προφητείας τὸ πέρας, τῆς ὑπὸ Θεοῦ λεγομένης· "Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπα τήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαὸς, λέγει Κύριος παντοκράτωρ." Καὶ αὐτὸς δὲ ὁ νυμφίος ὑπισχνεῖται λέγων, ὅτι "Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα." ∆ιὸ καὶ ὁ Παῦλος βοᾷ, "Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;" Τούτου χάριν ἡ νύμφη φησίν· "Ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσε ται. ιγʹ. Βότρυς κύπρου ἀδελφιδοῦς μου ἐμοὶ ἐν ἀμπελῶσιν Ἐνγαδδί. Ἀποροῦσα ἡ νύμφη, ποῖον ὄνομα ἐπιθῇ τῷ νυμφίῳ, τῇδε κἀκεῖσε περινοστεῖ, καὶ πανταχόθεν προσηγορίας ἐρανιζομένη ἐπιτίθησιν αὐτῷ, ἐπειγομένη μὲν ὑπὸ τῆς ἀγάπης αὐτὸν καλεῖν, οὐ δυναμένη δὲ εὑρεῖν τὴν ἀξίαν προσηγορίαν. ∆ιὸ πάλιν βότρυν αὐτὸν ὀνομάζει κύπρου, τουτέστι κυ πρίζοντα, ἀντὶ τοῦ ἀνθεῖν ἀρξάμενον. Εὐώδης γὰρ ἡ ἄμπελος κατ' ἐκεῖνο τοῦ καιροῦ. Προστίθησι δὲ, 81.84 "Ἐν τοῖς ἀμπελῶσιν Ἐνγαδδὶ" τοιοῦτός ἐστιν εὐώδης. Εἰ μὲν οὖν τὸ χωρίον σημαίνει τὸ ἐν τῇ Ἰου δαίᾳ, ὡς ἀμπελῶσι θαυμαστοῖς κεκοσμημένον, νοη τέον τροπικῶς, ὅτι Ὑπὲρ ἐκείνας τὰς ἀμπέλους εὐώ δης σου ὁ βότρυς ὑπάρχει. Εἰ δὲ διὰ τὴν τοῦ ὀνόμα τος σημασίαν τὴν προσηγορίαν τοῦ "Ἐνγαδδὶ" τέθεικεν, ὅπερ ἑρμηνεύεται ὀφθαλμὸς πειρατηρίου, νοητέον οὕτως, ὅτι Καὶ ἐν πειρασμοῖς ὑπάρχουσα, καὶ ὑπὸ πολλῶν πολεμουμένη, τῆς σῆς εὐοσμίας ἀν τιλαμβάνομαι· καὶ τῶν κατὰ τὸν παρόντα καιρὸν ἀν θούντων ἀμπελώνων, τροπικῶς νοουμένων, πειρατη ρίου δὲ ὄντων μέσον· πειρατήριον γάρ ἐστι ὁ βίος ἀν θρώπου ἐπὶ τῆς γῆς· προκρίνω τὴν εὐοσμίαν τοῦ κυπρίζοντος βότρυος. Εἰ δὲ ὁ ἄρτι ἀνθῶν τοιοῦτός ἐστι, σκοπητέον οἷος ὁ περκάζων καὶ εἰ ὁ περκάζων τούτου κρείττων, ἐνθυμητέον οἷος ὁ πέπειρος, καὶ ταῖς ληνοῖς ἐπιτήδειος. Ἡγοῦμαι γὰρ τὸν αὐτὸν, ἀναλόγως ταῖς πνευματικαῖς ἡλικίαις, τοῖς μὲν ἀνθεῖν, τοῖς δὲ ὀμφακίζειν, τοῖς δὲ ὑποπερκάζειν, τοῖς δὲ πέπειρον εἶναι, ὑπὸ δὲ τῶν τελείων πίνεσθαι· "Τὸ γὰρ ποτή ριον αὐτοῦ μεθύσκον ὡσεὶ κράτιστον." Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, πάλιν αὐτῇ ὁ νυμφίος προσδιαλέγεται, καί φησιν· ιδʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστεραί. Ἐπαινεῖ αὐτῆς πάλιν τὸ κάλλος, καὶ θαυμάζει τὴν ὥραν, καὶ τῷ δι πλασιασμῷ τὴν