1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

11

βραχέα· "Κατὰ πίστιν, φησὶν, ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρ επίδημοί εἰσιν ἐπὶ τῆς γῆς· οἳ γὰρ τοιαῦτα λέγουσιν, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστι τῆς ἐπουρανίου· διὸ καὶ οὐκ ἐπαισχύνεται ὁ Θεὸς αὐτῶν καλεῖσθαι Θεός· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Καὶ περὶ τοῦ μεγάλου Μωσέως φησὶν, ὅτι "Μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαι ρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεψε γὰρ εἰς τὴν μισθαποδοσίαν. Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέ ρησε." Καὶ περὶ πάντων δὲ ὁμοῦ τῶν ἁγίων, τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων τοιαῦτά φησι· "Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομί σαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖτ τόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶ σιν." Καὶ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοιαῦτα πρὸς τοὺς ἀποστόλους φησί "Πολλοὶ προ φῆται, καὶ βασιλεῖς, καὶ δίκαιοι, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει." Καὶ πρὸς Ἰουδαίους δὲ διαλεγόμενος ἔλεγεν· "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη." Καὶ Συμεὼν δὲ ὁ πρεσβύτης ἐχρηματίσθη μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χρι 81.57 στὸν Κυρίου. Τεχθέντα τοίνυν, καὶ εἰς τὸν ναὸν ἀνεν εχθέντα, δεξάμενός τε ἐν χερσὶν, φησί· "Νῦν ἀπο λύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν·" καὶ τὰ ἑξῆς. ∆ῆλον τοίνυν, ὡς ταῖς θείαις ὑποσχέσεσι πιστεύοντες ἐπεθύμουν τῶν ἐπαγγελιῶν τὸ τέλος ἰδεῖν· διὸ τὸ Ἆσμα τῶν ᾀσμάτων εἰσάγει τὴν νύμφην λέγουσαν· "Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὑτοῦ." Φίλημα δὲ νοοῦμεν οὐ στομάτων συνάφειαν, ἀλλ' εὐσεβοῦς ψυχῆς καὶ θείου λόγου κοινωνίαν. Καὶ ἔοικεν ἡ νύμφη τοιοῦτόν τι λέγειν· Ἤκουσά σου τῶν λόγων διὰ γραμμάτων· ἐπιθυμῶ δὲ καὶ αὐτῆς ἀκοῦ σαί σου τῆς φωνῆς· βούλομαι ἀμέσως ἐκ τοῦ στόμα τος τὴν ἱερὰν δέξασθαι διδασκαλίαν, καὶ ταύτην τοῖς τῆς διανοίας μου καταφιλῆσαι χείλεσι. "Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὑτοῦ." Ταῦτα τῆς νύμφης εἰρηκυίας, εὐθὺς ὁ νυμφίος ἐπιφαίνεται τῇ νύμφῃ, τὴν ὑπόσχεσιν ἐκείνην πληρῶν, ὅτι "Ἔτι λαλούσης σου, ἰδοὺ πάρειμι." Αὕτη δὲ εὐθὺς θεα σαμένη τὸν ποθούμενον ἐκπλήττεται, αὐτοῦ καὶ θαυ μάζει τοὺς μαστοὺς, καὶ τὴν εὐωδίαν, καὶ βοᾷ· βʹ. Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. Οἶδα, φησὶ, τὰ ὑπὸ Μωσέως κατασκευασθέντα μύρα, τό τε ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως· ἀλλὰ πάντων ἐκείνων τῶν ἀρωμάτων τὸ σὸν μύ ρον ἐστὶν εὐωδέστατον. Μύρον δὲ ἐνταῦθα καλεῖ τὴν πνευματικὴν χάριν, ἧς πλήρης ὑπάρχων, ἐκ τοῦ πληρώματος αὐτοῦ πᾶσιν ἡμῖν δέδωκεν. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, ὅτι "Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου, εἰς θάνατον· οἷς δὲ ὀσμὴ ζωῆς, εἰς ζωήν." Γυψὶ γὰρ τοῖς νεκροβόροις, τροφὴ μέν ἐστι τὰ δυσώδη σώματα, τὸ δὲ μύρον ὄλεθρον. Οὕτω τοῖς δυσσεβέσι, καὶ τῇ δυσωδίᾳ τῆς ἁμαρτίας προσ εδρεύειν προῃρημένοις, ἡδίστη μὲν τῆς ἀκολασίας ἡ δυσωδία, βαρεῖα δὲ καὶ ἐπαχθὴς ἡ Χριστοῦ διδα σκαλία· διὸ καὶ τὸν αὐθαίρετον αὐτοῖς θάνατον ἐπ άγει. "Αὕτη γάρ ἐστι, φησὶ, κρίσις, ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν μᾶλλον οἱ ἄνθρωποι τὸ σκότος, ἢ τὸ φῶς." Εἰκότως τοίνυν φησὶν ἡ νύμφη· "Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα." Καὶ οὐ λέγει, Τοῦ μύρου σου, ἀλλὰ,