1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

61

καθεύδειν ταῖς ἁμαρτίαις οἱ ἄνθρωποι· καὶ καθάπερ οἱ μανδραγόραν πεπωκότες οὐκ αἰσθάνονται τῶν τοῦ σώματος κινημάτων· οὕτως οἱ τῆς εὐσεβοῦς διδασκα λίας ἐκπίνοντες τὴν κύλικα, τὰ πάθη κοιμίζειν σπου 81.200 δάζουσιν. Οὐ μόνον δὲ οἱ μανδραγόραι ἔδωκαν ὀσμὴν, ἀλλὰ καὶ ἐπὶ θύραις ἡμῶν πάντα τὰ ἀκρόδρυα. Πᾶν γὰρ εἶδος καρποφοροῦσιν οἱ τὴν ἡμετέραν διδασκαλίαν δεξάμενοι. Ἐγὼ δὲ νέα πρὸς παλαιὰ, ὅσα ἔδωκέ μοι ἡ μήτηρ μου, ἐτήρησά σοι, ἀδελφιδέ μου. Καὶ γὰρ τῆς Παλαιᾶς ∆ιαθήκης τὰς ἐντολὰς, καὶ τῆς Καινῆς ∆ιαθή κης τὰς ὑποθήκας, ἃς ὑπὸ τῆς μητρός μου, τῆς τοῦ Πνεύματος χάριτος ἐδεξάμην, ταύτας σοι τετήρηκα, καὶ τὴν παρακαταθήκην ἄσυλον διεφύλαξα. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Παύλου Τιμοθέῳ γραφέντα· "Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δι καιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής." Καὶ πάλιν τὸ ἐν Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι "Πᾶς γραμματεὺς μαθητευθεὶς τὴν βασιλείαν τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ ἐκβάλλοντι ἐκ τοῦ θησαυροῦ αὑτοῦ νέα καὶ παλαιά." ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε· καί γε οὐκ ἐξουδενώσουσί με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με. ∆ιδάξεις με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου. Κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ αὐτὸς ἅπασαν ἐδέξατο τοῦ Πνεύματος τὴν χάριν. "Τὸ γὰρ παιδίον, φησὶν, Ἰησοῦς ηὔξανε, καὶ ἐκρα ταιοῦτο Πνεύματι, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό." Φησὶ τοίνυν ἡ νύμφη, ἐκπληττομένη τὴν ἄῤῥητον φιλανθρωπίαν, ὅτι Καὶ σὺ ἐθήλασας τοὺς μαστοὺς τῆς μητρός μου. Ἵνα δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥητῶν, καὶ τὴν ἁρμονίαν φυλάξωμεν, μικρὸν ἄνωθεν ἀρξάμενοι, ἐν κεφαλαίῳ τὴν διάνοιαν διεξέλθωμεν, Ἐδεξάμην, φησὶν, οὐ μόνον νέα, ἀλλὰ καὶ παλαιὰ τῆς μητρός μου, καὶ ταῦτά σοι διατηρήσω. Ἠνέσχου δὲ, διὰ πολλὴν φιλανθρωπίαν, καὶ αὐτὸς τὴν ἐμὴν φύσιν ἀναλαβὼν, τοὺς αὐτούς μοι θηλάσαι μαστοὺς, ἵνα καὶ ἐν τούτῳ τὴν ἀδελφότητα δείξῃς. Ἐθήλασας δὲ οὐ δεόμενος, ἀλλ' ἐμὲ διδάσκων, ὅπως ὀφείλω θηλάσαι, καὶ διὰ ποίας θηλῆς τὴν χάριν ἑλκύσαι. ∆ιὰ τοῦτο τῷ βαπτίσματι προσελήλυθας, οὐχ ἵνα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμήξῃ· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματί σου· οὔτε μὴν ἵνα τοῦ παναγίου Πνεύματος ὑποδέξῃ τὴν χάριν· πλήρης γὰρ τούτου ἐτύγχανες· ἀλλ' ἐμοὶ δεικνὺς, ὁποῖα τοῦ βαπτίσματος τὰ δῶρα, καὶ ποίῳ τρόπῳ δύναμαι θηλάσαι τὴν χάριν τοῦ Πνεύματος. ∆ιὰ τοῦτο ἐν εἴδει περιστερᾶς κάτεισι τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ἵνα σοι παράσχῃ ἃ μὴ εἶχες· πλήρης γὰρ αὐτοῦ τῶν χαρίτων ἐτύγχανες· ἀλλ' ἵνα ἐμοὶ δείξῃς τίς ἡ δωρεὰ τοῦ βαπτίσματος. ∆ιὰ τοῦτο ἐκπλητ 81.201 τομένη λέγω· "Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου;" Ὑπὸ ταύτης σου τῆς φιλ ανθρωπίας ἑλκομένη, "εὑροῦσά σε ἔξω, φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί με· παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρε ψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·" μεθύουσα γὰρ τῷ περὶ σὲ φίλτρῳ, οὐ μόνον ἐν τῷ θαλάμῳ, καὶ ἐν τῇ παστάδι, ἀλλὰ καὶ κατὰ τὴν ἀγορὰν καὶ δη μοσίᾳ, εὑροῦσά σε περιπτύξομαι καὶ καταφιλήσω· οὐκ ἐπιμέμψονται δέ μοι τοῦτο ποιούσῃ οἱ θεώμενοι, τὴν φλόγα τῆς ἀγάπης εἰδότες. Ἐκεῖθεν δὲ παραλα βοῦσά σε, "εἰσάξω σε εἰς τὸν τῆς μητρός μου οἶκον, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με." Τίς δὲ ὁ τοῦ παναγίου