1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

33

οὕτως ἐν ταῦθα τῆς νύμφης τὴν ὥραν θαυμάζοντές φασιν· "Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου;" Ἔρημον δὲ καλοῦσι τῶν ἀνθρώπων τὴν φύσιν, διὰ τὴν προτέ ραν ἀσέβειαν. ∆ιὸ καὶ ὁ Ἡσαΐας βοᾷ· "Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον." Ὥσπερ δὲ ἐνταῦθα ἐκπλήττονται, ὅτι τοσοῦτον κάλλος ἐκ τῆς ἐρήμου βεβλάστηκεν· οὕτως ἐν τῇ Ἡσαΐου προφητείᾳ θαυμάζουσι τὸν νυμφίον ὁρῶντες, καὶ λέγουσι, "Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;" 81.120 Σημαίνει δὲ τὸ μὲν Ἐδὼμ τὴν γῆν, τὸ δὲ Βοσὸρ τὴν σάρκα. Καὶ ἐκπληττόμενοι αὐτοῦ τὸ κάλλος βοῶσιν Οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος. Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; Καί φασιν· "Ἐν σώματι ὢν λάμπει." Στολὴν αὐτοῦ τὸ σῶμα προσηγορεύκασι· καὶ βίαιον ἔχει τὸ κάλλος, ἅπαντας τοὺς ὁρῶντας βιαζόμενον. Οὕτω ἐνταῦθα ἐκπλήττονται, οὐ μόνον ὅτι καλὴ ἡ νύμφη, ἀλλ' ὅτι καὶ ἀπὸ τῆς ἐρήμου ἀναβαίνουσα, τουτέστιν ἀπὸ βάθους εἰς ὕψος ἀνερχο μένη, καὶ ἀπὸ τῶν ταπεινῶν ἐπὶ τὰ μετέωρα βαδί ζουσα. "Καὶ ἔοικε, φησὶ, στελέχῃ καπνοῦ τεθυμια μένῃ." Ἀσαφὴς μὲν ἡ συνθήκη· τῇ γὰρ Ἑβραίων γλώττῃ δουλεύσαντες οἱ Ἑβδομήκοντα οὐκ ἐσα φήνισαν τὴν διάνοιαν· ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμα χος τὴν ἔννοιαν ἡμῖν παρεδήλωσαν εἰρηκότες, "Ὡς ὁμοίωσις καπνοῦ ἀπὸ θυμιάματος." Μιμεῖται δὲ καὶ στελέχην πολλάκις θυμιάματος καπνὸς ἐν τῷ ἀέρι οἱονεὶ τυπούμενος. Καὶ εἰκότως αὐτὴν καπνῷ θυμιά ματος ἐοικέναι φασὶ, τὴν κατὰ τὸν μακάριον Παῦλον παραστήσασαν τὰ μέλη αὐτῆς θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καὶ προσφέρουσαν διηνεκῶς τὴν τῆς αἰνέσεως θυσίαν, καὶ τὰ μέλη αὐτῆς τὰ ἐπὶ τῆς γῆς νεκρώσασαν, καὶ τῷ Χριστῷ συνταφεῖσαν, καὶ ὁλοκαύτωσιν ἑαυτὴν τῷ Θεῷ προσκομίσασαν. ∆ιδάσκουσι δὲ καὶ ποίῳ αὐτὴν καπνῷ θυμιάματος ἀπείκασαν· σμύρναν γάρ φασι καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ. ∆ῆλον δὲ ὅτι λίβανος μὲν Θεῷ κατὰ τὸν Μωσαϊκὸν ἀπονενέμηται νόμον· ἡ δὲ σμύρνα νεκρῶν ἐστι σωμάτων ἀλοιφή. Σημαί νουσι τοίνυν διὰ τούτων τῶν ὀνομάτων οἱ τῆς νύμφης τὸ κάλλος θαυμάζοντες, ὅτι διὰ τοῦτό ἐστιν εὐώδης, καὶ ἀτμῷ θυμιάματος ἀπεικασμένη, ὅτι καὶ τὴν ἀνθρωπότητα καὶ τὴν θεότητα προσκυνεῖ, καὶ τῷ θανάτῳ πιστεύουσα, καὶ τὴν πρὸ τῶν αἰώνων ὕπαρξιν ὁμολογεῖ. Ἀπὸ πάντων τοίνυν τῶν κονιορτῶν τοῦ μυρεψοῦ θαυμάζουσιν αὐτῆς τὴν σμύρναν, καὶ τὸν λίβανον. Ἔχει μὲν γὰρ καὶ τὰς ἄλλας ἀρετὰς οἷον ἀπό τινος μυρεψοῦ τῆς θείας Γραφῆς ταύτας συλλέ γουσα· ἐξαίρετα δὲ αὐτῆς ἡ σμύρνα καὶ ὁ λίβανος, τουτέστιν ἡ θεολογία τε καὶ οἰκονομία. Οὕτω τῆς νύμφης τὸ κάλλος θαυμάσαντες, διηγοῦνται αὐτῇ τοῦ νυμφίου τὸν πλοῦτον, καί φασιν· ζʹ, ηʹ. Ἰδοὺ ἡ κλίνη τοῦ Σολομὼν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνατῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδιδαγμένοι πό λεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐ τοῦ, ἀπὸ θάμβους ἐν νυξίν. Ζητητέον δὲ πρὸ πάν των, τί δήποτε Σολομῶντα τὸν νυμφίον προσαγο ρεύουσι· τὸ, Σολομῶν, εἰρηνικὸς προσαγορεύεται· καὶ τοῦτο ἐν ταῖς Παραλειπομέναις ἔστιν εὑρεῖν· φησὶ γὰρ ὁ Θεὸς πρὸς βουληθέντα τὸν ∆αβὶδ τὸν νεὼν 81.121 οἰκοδομῆσαι· "Ἰδοὺ υἱὸς τίκτεταί σοι· οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σολομών ὄνομα αὐτῷ· καὶ εἰρήνην, καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν, καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ ἑτοιμάσω τὸν θρόνον τῆς βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος." Εὔδηλον δὲ ὅτι Σολομὼν τετελεύτηκεν οὐδὲ πολὺν βιώσας χρό νον, καὶ ὅτι ὁ θρόνος αὐτοῦ τέλος ἔλαβεν. Σολομῶντα τοίνυν προσαγορεύει τὸν εἰρηνικὸν ἡμῶν Κύριον, περὶ οὗ φησιν ὁ μακάριος Παῦλος· "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας