1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

63

ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε·" καὶ ὁ διπλασιασμὸς οὐχ ἁπλῶς πρόσκειται· δεῖξαι γὰρ βουλόμενος τίς ἡ μήτηρ, ἀνέμνησε τοῦ τόκου. Μετὰ ταῦτα παρακελεύεται αὐτῇ, λέγων· ςϛʹ. Θές με ὡς σφραγίδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγίδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· σπινθῆρες αὐτῆς ὡς σπινθῆρες πυρὸς, ἄνθρα κες πυρὸς φλόγες αὐτῆς. Ἔνια τῶν ἀντιγρά φων ἀντὶ τοῦ ἄνθρακες πυρὸς, σπινθῆρες αὐτῆς, σπινθῆρες πυρὸς, ἔχουσι περίπτερα αὐτῆς περί πτερα, ἄνθρακες πυρὸς φλόγες αὐτῆς. Λέγει τοί νυν ὁ νυμφίος ταῖς εὐσεβέσι ψυχαῖς, ἃς νύμφην ἡ θεία προσαγορεύει Γραφή· "Θές με ἀντὶ σφρα γίδος ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῷ βραχίονί σου·" καρδίαν μὲν τὸ θεωρητικὸν τῆς ψυχῆς ὀνομάσας, 81.205 βραχίονα δὲ τὸ πρακτικόν· διὸ καὶ τοῖς ἱερεῦσι ἀφώριστο παρὰ τοῦ λαοῦ ὅ τε βραχίων ὁ δεξιὸς, καὶ τὸ στηθήνιον. Βούλεται τοίνυν ἡμᾶς ὁ Σωτὴρ ὁ ἡμέτερος ἀντὶ σφραγίδος αὐτὸν ἔχειν, καὶ διαλεγομέ νους, καὶ λογιζομένους, καὶ τῷ αὐτοῦ χαρακτῆρι τυποῦν τά τε λεγόμενα, τά τε πραττόμενα· οὕτω γὰρ ἔσται βασιλικὰ νομίσματα, οὐ παρακεχαραγ μένα, ἀλλὰ τὸν βασιλικὸν ἔχοντα χαρακτῆρα. Τοῦτο δὲ ῥᾴδιόν σοι, φησὶ, ποιῆσαι, εἰ τὴν εἰς ἐμὲ κτήσῃ ἀγάπην. "Ἰσχυρὰ γάρ ἐστιν ὡς θάνατος." Καὶ καθάπερ ἐκεῖνος, μετὰ τὴν θείαν ἀπόφασιν, πάντων ἐκράτησεν· οὕτω καὶ αὕτη πάντων κρατεῖ, καὶ αὐ τοῦ τοῦ θανάτου ἰσχυροτέρα τυγχάνει. Κτῆσαι καὶ ζῆλον· εἰ γὰρ τοῦτον προσκτήσαιο, οὐκ ἀνέξῃ ἄλλην σου τιμιωτέραν φανῆναι, καὶ σὲ μὲν εἶναι ἀπαῤῥη σίαστον, ἐκείνην δὲ τῆς ἐμῆς κοινωνίας τυγχάνειν· "Σκληρὸς γάρ ἐστι, καὶ δυσκαταγώνιστος ὁ ζῆλος τῷ ᾅδῃ παραπλησίως·" ᾅδην δὲ ἀπὸ τῆς κατεχού σης δόξης ὠνόμασε, τῷ θανάτῳ καὶ ταύτην ἐπιθεὶς τὴν προσηγορίαν. Οὕτω δέ ἐστιν ἰσχυρὰ ἡ ἀγάπη, ὅτι πρῶτον μέν ἐστιν ὑπόπτερος, περὶ δὲ τὰ πτερὰ αὑτῆς φλόγα ἔχει πυρὸς, καὶ σπινθῆρας ἐκπεμπο μένους. Τί δὲ τῆς οὕτω πυρσευομένης γένοιτ' ἂν δυνατώτερον; καὶ τὸ πῦρ δὲ αὐτῆς οὐκ ἔστι τῶν σβεννυμένων. ζʹ. Ὕδωρ γὰρ, φησὶ, πολὺ οὐ δυνήσεται σβέ σαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Καὶ μαρτυροῦσιν ἅπαντες οἵ τε ἐν τῇ Πα λαιᾷ, οἵ τε ἐν τῇ Νέᾳ διαπρέψαντες ἅγιοι· τοῦ γὰρ Ἀβραὰμ τὴν περὶ Θεὸν ἀγάπην, οὔτε ἡ ἐν ξένῃ δι αγωγὴ, οὔτε ἡ τοῦ λιμοῦ ἀνάγκη, οὔτε ἡ τῆς γυναικὸς ἁρπαγὴ, οὔτε τοῦ παιδὸς ἡ προσκομιδὴ, οὔτε ἡ περὶ τῶν φρεάτων μάχη ἴσχυσε κατασβέσαι· οὔτε τοῦ Ἰσαὰκ τὰ προσπεσόντα λυπηρά· οὔτε τοῦ Ἰακὼβ οἱ διηνεκεῖς πόνοι, καὶ αἱ διὰ βίου ὀδύναι. Τί σφο δρότερον τῶν τοῦ Ἰωσὴφ πειρασμῶν, ὃς ἐπράθη ὑπὸ ἀδελφῶν, ἀπεστερήθη δὲ μητρὸς καὶ πατρὸς ἀγα πῶντος, καὶ προγονικῆς οἰκίας, καὶ ἐλευθερίας, καὶ εὐπορίας, ἐδούλευσε δὲ παρ' ἀξίαν, καὶ ὑπὲρ σω φροσύνης συκοφαντίας ἐγένετο παρανάλωμα, καὶ δεσμωτηρίῳ παρεπέμπετο, καὶ μυρία ὑπέμεινε δεινά; ἀλλὰ τούτων ἁπάντων ἡ περὶ τὸν Θεὸν ἀγάπη κρείττων ἐδείκνυτο. Καὶ τί δεῖ λέγειν περὶ τοῦ μεγάλου Μωσέως, καὶ Ἰωσυοῦ τοῦ στρατηγοῦ, καὶ τῶν μεγάλων προφητῶν Σαμουὴλ, καὶ ∆αβὶδ, καὶ Ἡλίου, καὶ Ἑλισσαίου; Τί μανικώτερον τῶν Βαβυλωνίων ἐγένετο; Τί τῆς παρ' αὐτῶν ἐξαφθεί σης καμίνου φοβερώτερον; ἀλλ' ὅμως οὐδὲ ἐκείνη τῶν τριῶν ἐκείνων παιδαρίων ἔσβεσε τῆς ἀγάπης τὴν φλόγα, ἀλλὰ μᾶλλον αὐτὴν ἐπύρσευσε, καὶ δι ήγειρε. Τί τῶν λεόντων ἐκείνων φρικωδέστερον, οἷς ὁ μέγας παρεδόθη ∆ανιήλ; ἀλλὰ κἀκεῖνον ἡ περὶ τὸν Θεὸν ἀγάπη δυνατώτερον ἀπέφηνε. Καὶ 81.208 ἵνα τοὺς ἄλλους ἁγίους ἐπὶ τοῦ παρόντος καταλίπω, ἀπόχρη καὶ μόνος ὁ μακάριος Παῦλος διδάξαι αὐτῆς τὴν ἰσχὺν, ἅτε δὴ πάντων μάλιστα πεῖραν αὐτῆς εἰληφώς. "Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μά χαιρα; καθὼς