1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

6

γάμῳ προσενήνοχας. Ἐγὼ δὲ καὶ ἐῤῥυπω μένην ἐξεκάθηρα, ἁλὸς ἐστερημένην διήρτυσα, καὶ γυμνὴν οὖσαν ἠμφίασα, καὶ ἀκόλαστον οὖσαν ὀρθοὺς ἔχειν πεποίηκα τοὺς μαστούς. ∆ιὸ ἐπάγει· "Καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος· καὶ ἐγένου μοι, καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ, καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ," καὶ τὰ ἑξῆς. Καὶ τοῦτο δὲ ἔστι μαθεῖν ἀκριβῶς ἐκ τῶν τοῦ θειωτάτου Μωσέως συγ γραμμάτων. Ἐκεῖνος γὰρ τὸν ἱερατικὸν κατασκευά ζει κόσμον, καὶ τὸ ἅγιον ἔλαιον τῆς χρίσεως, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς τῆς κατασκευῆς τὸν τρόπον. Οὕτω νοήσωμεν τὰ ψέλλια τῶν χειρῶν, καὶ τὸ κάθεμα τοῦ τραχήλου, καὶ τὸ ἐνώτιον τοῦ μυ κτῆρος, καὶ τοὺς τροχίσκους τῶν ὤτων, καὶ τὸν στέ φανον τῆς καυχήσεως ἐπὶ τῆς κεφαλῆς κείμενον. Ψέλλια γὰρ χειρῶν τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει· τροχίσκους δὲ ὤτων τὴν τῶν θείων λογίων ἀκρόασιν, ὧν ἔχεσθαι δεῖ καθάπερ ἡ ἀκοὴ τοῦ τροχίσκου· κάθ εμα δὲ τοῦ τραχήλου τὸν τῆς συνέσεως κόσμον ἐν τῷ ἡγεμονικῷ λάμποντα, ὃ τῇ καρδίᾳ ἐπαναπαύεται, τῇ τοῦ τραχήλου ἐξηρτημένῃ· ἐνώτιον δὲ ἐν μυκτῆρι κείμενον, τῶν θείων νόμων τὸν χαλινόν· ἐκ μετα φορᾶς τῶν ταύρων, τῶν οὕτως ὑπὸ τῶν βοηλατῶν ἀγομένων. Καὶ γὰρ διὰ Ὠσηὲ τοῦ προφήτου τοιαῦτα πάλιν φησὶν ὁ Θεός· "Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἐφραΐμ." Καὶ πάλιν, "Ἤκουσα, φησὶν, Ἐφραῒμ ὀδυρομένου· Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην." ∆ιὸ ἀναγκαίως τοῦ τοιούτου χαλινοῦ ἐδεήθη, ἵνα τῆς ἀτάκτου φορᾶς διὰ τούτου κωλύηται. Οὕτω νοήσωμεν καὶ πορνικὸν οἴκημα. Τοὺς γὰρ τῶν εἰδώλων οἴκους διὰ τούτων ἐσήμανε. Πορνικὸν δὲ αὐτὸ προσηγόρευσεν οἴκη μα· ἐπειδὴ οἷον τῷ Θεῷ συνημμένη, καὶ τοῦτον ἄνδρα ὀνομάζουσα, τῶν πονηρῶν ἠράσθη δαιμόνων, καὶ τού τοις ἐδείματο ναοὺς, καὶ τὰ ὑπὸ τοῦ Θεοῦ χορηγούμενα αὐτῇ δῶρα τούτοις προσέφερε. ∆ιὰ τοῦτο ἐπήγαγε· "Καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ," τὴν τῆς ἀκολασίας ὑπερβολὴν διὰ τούτου παραδηλῶν. Οὐ γὰρ τοῖς συνήθεσι μόνοις ἐγένου· ἀλλὰ πάντας τοὺς παριόντας ἐφελκομένη 81.44 ἀκολάστως ἐμίγνυσο· μίξιν δὲ πάλιν ἐνταῦθα τροπι κῶς τὴν τῶν εἰδώλων θεραπείαν ὀνομάζει. ∆εῖ δὲ ἐπιτηρῆσαι, ὁποίοις ὀνόμασιν ὁ τῶν ὅλων Θεὸς ἐχρήσατο, τὴν τῆς εἰδωλολατρείας ἀμετρίαν σημᾶναι βουλόμενος. "∆ιήγαγες γὰρ τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου. Καὶ ἐξ επόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι, τοὺς μεγαλοσάρκους." Πάλιν ἐνταῦθα τῆς εἰ δωλολατρείας τὸ μέγεθος, καὶ ἀσεβείας τὴν ὑπερ βολὴν τοιούτοις ὀνόμασι παρεδήλωσεν· "Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, ἣ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμ βάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προεδίδου μισθώματα· καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς, τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου." Καὶ διὰ τούτων πάλιν ἐσήμανεν, ὅτι παρὰ τοῦ Θεοῦ λαμβάνοντες, καὶ σῖτον, καὶ οἶ νον, καὶ ἔλαιον, καὶ πρόβατα, καὶ βόας, καὶ μόσχους, τοῖς εἰδώλοις τὰς θυσίας προσέφερον· τὸν μὲν Θεὸν ἀτιμάζοντες, οὗ ταῦτα τὰ δῶρα ἐτύγχανον· τοῖς δὲ μηδὲν πώποτε παρεσχηκόσιν, ὀλέθρου δὲ μόνον προξένοις, ταῦτα προσφέροντες· καὶ μισθὸν τοῖς μοιχοῖς ὀρέγοντες, μισθὸν δὲ παρ' αὐτῶν οὐ λαμβάνον τες. Τούτοις ὅμοια καὶ τὰ παρὰ τῷ προφήτῃ Ἱερε μίᾳ· "Νῦν μὲν γὰρ, φησὶ, ἐμοίχευσας τὸ ξύλον, καὶ τὸν λίθον. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἰδὲ ποῦ οὐκ ἐξεφύρθης. Νῦν δὲ ἐπὶ ταῖς ὁδοῖς ἐκάθ ισας προσδοκῶσα αὐτοὺς, ὡσεὶ κορώνη ἐν ἐρήμῳ μόνη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου." Καὶ ὁ μακάριος δὲ Ἡσαΐας,