1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

36

ἡ τοῦ γάμου γέγονε κοινωνία. "Μετὰ γὰρ τὸ δεῖπνον λαβὼν, φησὶν, ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ λέγων· Λάβετε, φάγετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν." Οἱ τοίνυν ἐσθίοντες τοῦ νυμφίου τὰ μέλη, καὶ πίνοντες αὐτοῦ τὸ αἷμα, τῆς γαμικῆς αὐτοῦ τυγχάνουσι κοινωνίας. ∆ιὰ τοῦτο τὰς θυγατέρας Σιὼν καὶ Ἱερουσαλὴμ προτρέπουσιν οἱ τοῦ νυμφίου διάκονοι, ὅτι Ἐξέλθετε, καὶ ἴδετε τὸν τῆς ἀγάπης αὐτοῦ στέφανον, ᾧ κατεκόσμησεν αὐτὸν παρὰ γνώμην ἡ τεκοῦσα αὐτὸν Ἰουδαία, καὶ ἐστεφάνωσεν αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς νυμφεύσεως αὐτοῦ. Τούτων οὕτως ὑπ' ἐκείνων εἰρημένων, πάλιν ὁ νυμφίος τῇ νύμφῃ διαλεγόμενός φησιν· ΚΕΦΑΛ. ∆ʹ. αʹ. Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιω πήσεώς σου. Τὸ κάλλος αὐτῆς ἐκπληττόμενος δεύ τερον λέγει τό· "Ἰδοὺ εἶ καλή." Εἶτα κατὰ μέρος αὐτῆς διαγράφει τὴν ὥραν· καὶ τοὺς μὲν ὀφθαλμοὺς ὀνομάζει περιστερὰς, τὴν πνευματικὴν αὐτῶν ἐπαι νῶν θεωρίαν· καὶ ὅτι οὐ περὶ τὰ αἰσθητὰ κεχήνασιν, ἀλλὰ τὰ ἄνω ζητοῦσιν, "οὗ ὁ Χριστός ἐστι, κατὰ τὸν Παῦλον, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος." Θαυμά ζει δὲ αὐτῆς καὶ τὴν εὔκαιρον σιωπήν. Εὑρίσκομεν γὰρ καὶ παρὰ τοῖς παλαιοῖς ἀνδράσι ταύτην ἐπαι νουμένην· διὸ καὶ ἐν Ψαλμοῖς ἀκούομεν· "Ἐθέμην φυλακὴν τῷ στόματί μου ἐν τῷ συστῆναι τὸν ἁμαρ τωλὸν ἐναντίον μου." Καὶ ψάλλοντες λέγομεν· "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου." Καὶ τὸν Κύριον εὑρίσκομεν, κατὰ τὴν Ἡσαΐου προφητείαν, οὐκ ἀνοίγοντα αὑτοῦ τὸ στόμα ἐν τῇ ταπεινώσει αὑτοῦ, καὶ, κατὰ τὴν τῶν Εὐαγγελίων ἱστορίαν, ἐρωτώμενον ὑπὸ Πιλάτου, καὶ μὴ ἀποκρινόμενον. Ἐπαινεῖ τοίνυν τῆς νύμφης ὁ νυμφίος τὴν εὔκαιρον σιωπὴν, ἅτε δὴ καὶ αὐ τὸς εἰς καιρὸν ταύτῃ χρησάμενος. Ἐπαινεῖ δ' αὐτῆς καὶ τρίχας· θαυμάζει καὶ τοὺς ὀδόντας, καί φησι· Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκα λύφθησαν ἀπὸ τῆς Γαλαάδ. (βʹ) Ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Οὔτε δὲ τρίχας τὰς τρίχας 81.129 νοητέον, οὔτε ὀδόντας τοὺς ὀδόντας· ἀλλὰ τρίχας μὲν τὸ οἱονεὶ περιττὸν καὶ σωματικὸν τῆς νύμφης· νεκραὶ γὰρ αἱ τρίχες, καὶ ἀναίσθητοι· δηλοῖ δὲ, ὅτι Καὶ ἐν οἷς ἀνάγκη τοῖς ἀνθρωπίνοις ἐπιμίγνυσθαι πράγμασι, καὶ ἐν ἐκείνοις τὸ ἐπαινετὸν ἔχεις, καὶ κόσμιον, καὶ ἔοικας τῇ ἀγέλῃ τῶν αἰγῶν, τῇ ἐν τῷ ὄρει Γαλαὰδ νεμομένῃ, καὶ διὰ τὸ ὕψος τοῦ ὄρους ἐπισήμῳ γινομένῃ. Περὶ δὲ τούτου τοῦ ὄρους ὁ προ φήτης Ἱερεμίας φησί· "Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ;" Καὶ ζητητέον, μήποτε τὴν τῶν αἰγῶν ἀγέλην τοὺς ἐξ ἁμαρτίας τῇ μετανοίᾳ προσιόντας, καὶ διὰ τοῦτο ἐν τῷ Γα λαὰδ ὄρει νεμομένους, ἵνα φαρμάκων θεραπευτικῶν καὶ ἰατρείας τύχωσιν, ἐνταῦθα ὁ λόγος αἰνίττεται, καὶ δηλοῖ ὅτι τὰ εὐτελῆ τῆς νύμφης, καὶ τὰ ἔσχατα αὐτῆς μόρια, καὶ τὰ οἱονεὶ νεκρὰ καὶ ἀναίσθητα, τοῖς ἐκείνης τῆς ἀγέλης παραβάλλεται κατορθώμασιν. Οἱ ὀδόντες σου δὲ οὕτως εἰσὶ καθαροὶ, καὶ πάσης περιττῆς διαλέξεως ἀπηλλαγμένοι, εὐτραπελίας τε καὶ μωρολογίας, ψευδολογίας τε καὶ αἰσχρολογίας, ὡς ἐοικέναι ταῖς ἀγέλαις τῶν κεκαρμένων, καὶ τὸ περιττὸν ἀποθεμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ. Ἡγοῦμαι δὲ τὰς τῶν κεκαρμένων ἀγέλας τοὺς διὰ τοῦ βαπτίσματος τὴν ἁμαρτίαν ἀποκειραμένους, "Καὶ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι," κατὰ τὸν μακάριον Παῦλον, καθαρθέντας, παραδηλοῦν τὸν νυμφίον· οὕτως γὰρ, φησὶ, διέμεινας καθαροὺς ἔχουσα τοὺς ὀδόντας, καὶ ῥύπου λόγων πονηρῶν ἀπηλλαγμένους, ὡς ἐοικέναι σε τοῖς ἀρτίως