1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

8

ἐλεύσεται πάλιν." ∆ιό μοι δοκεῖ τὰ σὺν τῷ νυμφίῳ τάγματα ἀγγέλων εἶναι τοῖς τοῦ νυμφίου νεύμασιν ὑπηρετούντων, καὶ τὴν νύμφην πάσης κηδεμονίας ἀξιούντων. Καὶ τοῦτο δὲ προειπεῖν ἀναγκαῖον, ὡς τρία τοῦ Σολομῶντος ἐδιδάχθημεν εἶναι συγγράμματα, τὰς Παροιμίας, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ 81.48 τὸ Ἆσμα τῶν ᾀσμάτων· καὶ αἱ μὲν Παροιμίαι τὴν ἠθικὴν ὠφέλειαν τοῖς βουλομένοις προσφέρουσιν· ὁ δὲ Ἐκκλησιαστὴς, τῶν ὁρωμένων ἑρμηνεύει τὴν φύσιν, καὶ τοῦ παρόντος βίου τὸ μάταιον ἐκδιδάσκει, ἵνα μαθόντες αὐτῶν τὸ ἐπίκηρον, ὡς παριόντων κα ταφρονήσωμεν, καὶ τῶν μελλόντων ὡς μενόντων ἐπιθυμήσωμεν. Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων, τὴν μυ στικὴν συνάφειαν τῆς νύμφης καὶ τοῦ νυμφίου διδά σκει· ὡς εἶναι τὴν πᾶσαν τοῦ Σολομῶντος πραγμα τείαν κλίμακά τινα, τρεῖς ἔχουσαν τοὺς βαθμοὺς, τὸν ἠθικὸν, τὸν φυσιολογικὸν, τὸν μυστικόν. ∆εῖ γὰρ τὸν εὐθὺς προσιόντα τῇ εὐσεβείᾳ καθαρθῆναι πρότερον διὰ τῆς ἀγαθῆς πράξεως τὴν διάνοιαν· εἶθ' οὕτως κατοπτεῦσαι τῶν παριόντων τὸ μάταιον, καὶ τῶν δοκούντων τερπνῶν τὸ ἐπίκηρον· καὶ ἐντεῦθεν λοιπὸν ἀναπτῆναι, καὶ τὸν νυμφίον ποθῆσαι, τὸν τὰ αἰώνια ἐπαγγειλάμενον ἀγαθά. ∆ιὰ τοῦτο καὶ τρίτον τέτα κται τὸ βιβλίον τοῦτο· ἵνα ὁδῷ τις βαδίζων ἐπὶ τὸ τέ λειον ἔλθοι. Ἡγοῦμαι δὲ τὸν σοφὸν Σολομῶντα ὑπὸ τοῦ πατρὸς, ἅτε δὴ προφήτου καὶ μεγάλου προφή του, δεδιδαγμένον ταῦτα συγγεγραφέναι. Ἤκουσε γὰρ αὐτοῦ πάντως ᾄδοντος· "Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη." Καὶ πάλιν· "Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυ μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύ ριός σου." Ἀμέλει τοῖς μειρακίοις, καὶ τοῖς ἀτελέ σιν ἔτι τὴν ἡλικίαν, οὐκ ἐπιτρέπουσιν αὐτοῦ τὴν ἀνάγνωσιν· μόνοις δὲ τοῖς εἰς ἄνδρας τελοῦσιν, καὶ συνιέναι δυναμένοις τὰ κεκρυμμένα, καὶ πνευματι κῶς νοῆσαι τὰ γεγραμμένα, ἀναγινώσκειν κελεύου σιν. Οὐκοῦν παυσάμενοι τοῦ ζυγομαχεῖν, εἴτε προ φητικῶς συγγέγραπται τὸ βιβλίον, εἴτε μεμαθηκὼς παρὰ τοῦ πατρὸς, ἃ ἐδιδάχθη διδάσκει, τῆς ἑρμη νείας ἁψώμεθα· τοσοῦτον τοὺς ἐντευξομένους παρα καλέσαντες, μὴ κλοπὴν ἡμῶν κατηγορεῖν, εἴ τι τοῖς πατράσιν εἰρημένον ἐν ταῖς ἡμετέραις εὕροιεν ἑρμη νείαις. Ὁμολογοῦμεν γὰρ καὶ ἡμεῖς παρ' ἐκείνων τὰς ἀφορμὰς εὑρηκέναι τῆς σαφηνείας· ἔστι δὲ τὸ τοιοῦτον οὐ κλοπὴ, ἀλλὰ κληρονομία πατρῴα. Καὶ τὰ μὲν παρ' ἐκείνων εἰληφότες τίθεμεν, τὰ δὲ αὐτοὶ ἐπεξευρόντες προστίθεμεν. Καὶ τὰ μὲν, ὡς διὰ πλά τους εἰρημένα τισὶν, συντέμνομεν· τὰ δὲ ἐπεξεργα σίας δεόμενα διευρύνομεν. Καὶ ὅλως ἀνεδεξάμεθα πόνον, οὐκ ἄχρηστον οἶμαι τοῖς ἐντευξομένοις ἐσόμε νον. ∆ιὸ τοὺς ἀπόνως τοὺς ἡμετέρους καρπουμένους πόνους παρακαλοῦμεν, εὐχὰς ἡμῖν ἀντιδοῦναι τῶν πόνων. Εἰ δὲ οὐκ ἀκριβὴς ἡ ἑρμηνεία φανείη, τὸν γοῦν πόνον ἀπόδεξαι, καὶ τὰ λείποντα δίδαξον. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΑΣΜΑ ΤΩΝ ΑΣΜΑΤΩΝ. Ἐπειδὴ τῇ θείᾳ θαῤῥήσαντες χάριτι τῆς ἑρμηνείας τοῦ βιβλίου τούτου κατεθαῤῥήσαμεν, φέρε πρῶτον ἁπάντων αὐτὴν τοῦ βιβλίου τὴν προγραφὴν ἐξετάσαν τες εὐκρινῆ καταστήσωμεν. Ἆσμα ᾀσμάτων, ὃ ᾔσθη τῷ Σολομῶντι. Σκοπήσωμεν τί δήποτε οὐκ Ἆσμα, ἀλλ' "Ἆσμα ᾀσμάτων" αὐτὸ προσηγόρευσεν ὁ σοφὸς Σολομών. Ὅτι γὰρ οὐδὲν εἰκῆ καὶ μάτην ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον λέγεται, δῆ λον τοῖς σώφρονι λογισμῷ καὶ εὐσεβεῖ κεχρημένοις καθέστηκε. Τούτου δὲ οὕτως ἔχοντος,