1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

50

σαρκὶ περιπατοῦσα οὐ κατὰ σάρκα στρατεύῃ, καὶ κατὰ σκοπὸν διώκεις ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ τὰ ἄνω ζητεῖς, οὗ ἐγώ εἰμι ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. ∆ιὰ τοῦτο "ὡραία εἶ, ὡς Ἱερουσαλὴμ," καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλὰ θάμβος ἐμποιοῦσα τοῖς ὁρῶσί σε· ἐκπλήττονται γὰρ οἱ τὴν τάξιν σου θεώμενοι· οὐδὲν γὰρ παρὰ σοὶ ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲ ἀδιάκριτον, ἀλλὰ πάντα τε ταγμένα καὶ κεκριμένα· καὶ οἶδας ἀκριβῶς τὴν τῶν πραγμάτων ἀκολουθίαν, πάντων προτιμᾷν τὸν νυμ φίον δεδίδαξαι, καὶ μετ' ἐκεῖνον τοὺς ἐκείνῳ πλησιά ζοντας. Τούτοις προστίθησιν· δʹ. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· τὸ κάλλος τῶν ὀφθαλμῶν σου, καὶ ἡ θεωρία τοῦ ὀπτικοῦ σου, καὶ τὸ ὀξυδερκὲς τῆς διανοίας σου, εἵλκυσάν με εἰς ἔρωτά σου· ἀλλὰ μὴ πέρα τοῦ με τρίου εἰς ἐμὲ ἀτενίσῃς, ἵνα μὴ βλάβην ἐντεῦθεν ἑλ κύσης· ἀνέφικτος γάρ εἰμι, καὶ ἀκατάληπτος, καὶ πᾶσαν ὑπερβαίνων κατάληψιν, οὐκ ἀνθρωπίνην μό νην, ἀλλὰ καὶ ἀγγελικήν· κἂν βουληθῇς ὑπερβῆναι τοὺς ὅρους, καὶ περιεργάσασθαι τὰ τῆς σῆς δυνάμεως ἐπέκεινα, οὐ μόνον οὐδὲν εὑρήσεις, ἀλλὰ καὶ ἀμαυ ρώσεις τὸ ὄμμα, καὶ ἀμβλύτερον τοῦτο ποιήσεις. Τοιαύτη γὰρ τοῦ φωτὸς ἡ φύσις· ὥσπερ γὰρ φωτί ζει τὸ ὄμμα, οὕτως τούτου τὴν ἀπληστίαν κολάζει τῇ βλάβῃ· "Ἀπόστρεψον τοίνυν τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου·" χαλεπώτερά σου μὴ ἐρεύνα, καὶ ἰσχυρότερά σου μὴ ζήτει· ἃ προσετάχθη σοι, ταῦτα διανοοῦ. Τούτοις πάλιν ἐπιφέρει τοὺς προτέρους ἐπαίνους, καὶ λέγει· εʹ, ϛςʹ. Τρίχωμά σου, ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀν εφάνησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου, ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἳ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον 81.169 χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ϛʹ. Ὡς λέ πυρον ῥοᾶς μῆλά σου, ἐκτὸς τῆς σιωπήσεώς σου. Ταῦτα ἑρμηνεύσαντες ἄνω, περιττὸν ἡγούμεθα δὶς ἑρμηνεύειν· δυνατὸν γὰρ, κἂν ἐπιλάθηταί τις τῆς ἑρμηνείας, εἰς ἐκεῖνα ἀναδραμόντα τὴν σαφήνειαν εὑρεῖν. Οὐχ ἁπλῶς δὲ, οὐδὲ ὡς ἔτυχε δὶς τὰς αὐτὰς εὐφημίας τῇ νύμφῃ προσήνεγκεν, ἀλλὰ ἀναμιμνή σκων αὐτὴν τοῦ οἰκείου κάλλους, καὶ παραινῶν σῶον τοῦτο φυλάξαι, καὶ μηδένα δέξασθαι μῶμον· Ἰδοὺ γὰρ, φησὶν, οἵαν σε ἀνθ' οἵας ἠργασάμην, καὶ ὁποίαν σοὶ ὥραν ἐχαρισάμην, καὶ ἡλίκον σοὶ κάλλος ἐδωρη σάμην· τοῦτό μοι εἰς τέλος ἀβλαβὲς διαφύλαξον. Ἀεὶ γάρ σοι συγγενόμενος, ἐρευνῶ σου τὰ μέλη, καὶ πολυπραγμονῶ μή τις αὐτοῖς ἐπεγένετο βλάβη· Λέγει καὶ ταῦτα πρὸς ἐκείνας ὁ νυμφίος, ἐπιμεῖναι τῷ κάλλει τὴν νύμφην προτρέπων. ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦ σιν αὐτὴν βασίλισσαι, καί γε παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. Πολλὰ τάγματα καὶ διάφορα τῶν εὐσεβῶν ἐδιδάχθημεν εἶναι· καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔλεγε· "Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου." Καὶ ἐν τῇ διανομῇ δὲ τῶν ταλάντων· "Οὐ πάντες ἀνὰ πέντε ἔλαβον τάλαντα, ἀλλ' ὁ μὲν πέντε, ὁ δὲ δύο, ὁ δὲ ἓν, τὰ κατὰ δύναμιν ἕκαστος." Καὶ ἐν τῇ παραβολῇ δὲ τοῦ σπόρου φησί· "Τὰ δὲ ἔπεσεν ἐπὶ τὴν καλὴν γῆν, καὶ ἐποίησε καρπὸν ἀνὰ τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν·" καὶ πᾶσαν καλὴν ὀνομά ζει γῆν, οὐ μόνον τὴν τὰ ἑκατὸν ποιήσασαν, ἀλλὰ καὶ τὴν τὰ ἑξήκοντα, καὶ τὴν τὰ τριάκοντα· Ἔστι μὲν γὰρ ὁ τριάκοντα ἀριθμὸς τῶν ἐπαινουμένων· τρεῖς γὰρ ἔχει δεκάδας τῇ τριάδι ἡνωμένας· ὁ δὲ ἑξήκοντα διπλῆν ἔχει τὴν εὐλογίαν· διπλασιαζόμενος γὰρ ὁ τριάκοντα γεννᾷ τὸν ἑξήκοντα· ὁ δὲ ἑκατόν ἐστι τελειότατος, καὶ τῆς μὲν εὐωνύμου χειρὸς ἀπηλ λαγμένος, ἀρχὴν δὲ ἔχων