1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

62

Πνεύματος οἶκος (αὐτὸ γὰρ τὴν νύμφην ἐγέννησεν), εἰ μὴ ὁ θεῖος νεὼς, ὁ τὴν ἄνω μιμούμενος Ἱερουσαλὴμ, ἔνθα εἰσιόντες μετὰ παῤῥησίας τῷ νυμφίῳ προσδιαλέγονται, τὸ τῆς νύμφης ἀξίωμα λαβόντες; "Καὶ ἐκεῖσε, φησὶ, ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ, καὶ ἀπὸ νάματος ῥοῶν μου·" μυρεψικὸν δὲ οἶνον καλεῖ τὴν τῇ θείᾳ χάριτι διηρτυμένην διδασκαλίαν, καὶ οἱονεὶ μεμυρισμένην, καὶ εὐώδη τυγχάνουσαν. "Νᾶμα δὲ ῥοῶν" καλεῖ τὴν ἀπὸ τῶν καρπῶν τῆς ἀγάπης τικτο μένην ὠφέλειαν. Ταῦτα πρὸς τὸν νυμφίον εἰρηκυῖα ἡ νύμφη, καὶ ταῖς νεάνισι διαλέγεται, καί φησιν· γʹ. Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἄνω γάρ εἰμι τῆς κολαστικῆς ἀπειλῆς, καὶ τῆς σου δεξιᾶς τὰς εὐλογίας δρέπομαι· διὰ τοῦτο τὴν εὐώνυμον αὑτοῦ ἐπὶ τὴν κεφαλήν μου τίθησι, τῇ δεξιᾷ με περιλαμ βάνει. δʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. Χρὴ γὰρ ὑμᾶς διηνεκῶς πυρσεύειν αὐτὴν, καὶ διεγείρειν, ἵνα θερμῶς αὐτὸν ποθήσητε, καὶ ὡς αὐτὸς βούλεται, ἐπὶ τὴν τελειότητα φθάσητε. Τούτων παρ' αὐτῆς εἰρημένων, θεασάμεναι αὐτῆς ἐκεῖναι τὴν πᾶσαν ὑπερβολὴν, ἐκπληττόμεναι λέγουσι· εʹ. Τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς; Καὶ οὐ λέγουσι λευκὴν, ἀλλὰ λελευκανθισμένην· μέλαινα γάρ. Ἐπὶ μὲν τοῦ νυμφίου φησὶν νύμφη, "ἀδελ φιδοῦς μου λευκός·" καὶ οὐκ εἶπε λελευκανθισμένος· φύσει γὰρ ἦν τοιοῦτος. Αὕτη δὲ μελανθεῖσα (παρ έβλεψε γὰρ αὐτὴν ὁ ἥλιος) ἐλευκάνθη, καὶ τῆς τοῦ νυμφίου λευκότητος μετείληφε. Καὶ ὥσπερ φῶς ὑπάρχων φῶς αὐτὴν εἰργάσατό τε καὶ προσηγόρευσε, καὶ ἅγιος ὑπάρχων ἁγίαν αὐτὴν ἐποίησε, καὶ ἀνά στασις γινόμενος ἀναστάσεως αὐτὴν ἠξίωσεν· οὕτω καὶ αὐτῇ τῆς οἰκείας λευκότητος μετέδωκε. ∆ιό φασιν 81.204 αἱ ὁρῶσαι αὐτὴν νεάνιδες· "Τίς αὕτη ἡ ἀναβαί νουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδοῦν αὑτῆς;" ὑπ' αὐτοῦ γὰρ ποδηγουμένη, καὶ οἱονεὶ χειραγωγουμένη, καὶ τὴν εἰς τοὺς οὐρα νοὺς ἀνάβασιν καὶ ἀποδημίαν ποιεῖται πρὸς τὸν ἀγα πητὸν αὐτῆς, διὰ τῆς βεβαίας εἰς αὐτὸν πίστεως. Μετὰ ταῦτα ὁ νυμφίος διαλεγόμενός φησιν· "Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε." Τουτωνὶ τῶν ῥημά των τὴν διάνοιαν μαθησόμεθα, εἰ τῶν εἰρημένων ὑπὸ τῆς νύμφης ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος ἀνα μνησθείημεν. Ἔφη γὰρ τῷ νυμφίῳ· "Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς τῷ λάρυγγί μου." Ἐπειδὴ τοίνυν ἡ σκιὰ τῶν μελλόντων ἀγαθῶν εἰσι τὰ ἐπὶ τοῦ παρόντος ἡμῖν δοθέντα, "Ἄρτι γὰρ," φησὶν ὁ μακάριος Παῦλος, "βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον," ἐπόθησε δὲ ἡ νύμφη ἐν τῇ σκιᾷ τοῦ νυμφίου καθίσαι, τουτέστι τῷ δοθέντι νῦν ἀῤῥαβῶνι (μῆλον δὲ αὐτὸν προσηγόρευσε δι' ἃς ἔφημεν αἰτίας), ἀναγκαίως ὁ νυμφίος φησίν· "Ὑπὸ μῆλον ἐξήγειρά σε, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε." Πιστεύσαντες γὰρ τῷ περὶ τοῦ Σωτῆρος ἡμῶν κηρύγματι, τῷ θείῳ βα πτίσματι προσεληλύθαμεν, καὶ προσελθόντες τῆς παλιγγενεσίας τετυχήκαμεν. "Ὤδινε γὰρ ἡμᾶς ἡ χάρις τοῦ Πνεύματος·" μαρτυρεῖ δὲ ἡ ἱστορία τῶν Πράξεων. Τοῦ γὰρ θειωτάτου Πέτρου δημηγορή σαντος, καὶ περὶ τοῦ Σωτῆρος κήρυγμα τοῖς ἐληλυ θόσι προσενηνοχότος, φησὶν ὁ συγγραφεὺς, ὅτι ἀκού σαντες τὸν λόγον κατενύγησαν, καὶ εἶπον πρὸς τὸν Πέτρον· "Τί ποιήσομεν, ἵνα σωθῶμεν;" Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· "Πιστεύσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος." Εἰκότως τοίνυν φησὶν ὁ νυμφίος τῇ νύμφῃ· "Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ