1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

31

(βʹ.) Ἀναστήσομαι δὲ, καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Γυμνάζων πολλάκις ὁ τῶν ὅλων Θεὸς τῶν εὐσεβῶν τὰς ψυχὰς, πειρασμοῖς ποικίλοις συγχωρεῖ περιπίπτειν, καὶ ποτὲ μὲν ἀπαλλαγὴν αἰ τουμένοις δίδωσι, ποτὲ δὲ ἀναβάλλεται τὴν δόσιν, πανταχόθεν ὠφέλειαν τοῖς θιασώταις μηχανώμενος· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ ∆αβὶδ εἰρημένον· "Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀπο στρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· ἕως τίνος θή σομαι βουλὰς ἐν ψυχῇ μου; ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ;" Πολλάκις γὰρ, ὡς εἰκὸς, ἱκετεύσας, καὶ ἀπαλλαγὴν τῶν λυπηρῶν αἰτήσας, οὐκ ἔτυχε τῆς δεήσεως· διὸ ἀλύων ὡς διαμαρτὼν, καὶ ἀδημονῶν τοῖς τοιούτοις κέχρηται λόγοις. Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· "Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγε λος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." Καὶ παρακαλεῖ Παῦ λος, καὶ οὐ τυγχάνει· τὸ γὰρ μὴ λαβεῖν τὴν αἴτησιν ὠφελιμώτερον ἦν. ∆ιὸ διδασκόμενος ὃ ἠγνόει, μεθ' ἡδονῆς τὸ μὴ λαβεῖν ἃ ᾔτηκε δέχεται· καὶ βοᾷ λέγων· "Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ." Καὶ Ἠλίας δὲ ὁ πάνυ δειλιάσας τῆς Ἰεζάβελ τὰςἀπειλὰς, ἀποδιδράσκει μὲν εἰς τὴν ἔρημον, ζητεῖ δὲ τὸν ἐπίκουρον· καὶ καταλιπὼν αὐτὸν πρὸς ὀλίγον ἐγγυμνασθῆναι τῷ φόβῳ ὁ σοφὸς τῶν εὐσεβῶν παι δοτρίβης τε καὶ ἀγωνοθέτης, ἐπιφαίνεται αὐτῷ, καὶ ὡς ἀγνοῶν πυνθάνεται τῆς φυγῆς τὴν αἰτίαν, οὐκ ἐπιτωθάζων αὐτῷ, ἀλλὰ διδάσκων τῆς φυγῆς τὴν οἰκονομίαν, καὶ παιδεύων εἶναι συγγνώμονα, ἀνθρω πείαν φύσιν περικείμενον, καὶ ὑπὸ τῶν ταύτης παθῶν πολεμούμενον. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἀναδραμεῖν καιρός. Ἐνταῦθα γὰρ ἡ νύμφη, τοῦ νυμφίου πρὸς βραχὺ χωρισθέντος, ἐπιζητεῖ μὲν αὐτὸν ἐν τῇ κοίτῃ, καὶ τοῦτο οὐ μεθ' ἡμέραν, ἀλλὰ νύκτωρ· οὐχ εὑρίσκει δὲ αὐτὸν ἀναπαυόμενον. Καὶ ταῦτα οὐ μόνον ζητοῦσα, ἀλλὰ καὶ καλοῦσα. Ἀνίσταται δὲ, καὶ περινοστεῖ τὴν πό λιν, τὰς ἀγορὰς, τὰς πλατείας· ὁ γὰρ πόθος ἠνάγ καζε, καὶ μένειν οἴκοι ἡ τῆς ἀγάπης οὐ συνεχώρει φλόξ· περιτυγχάνει δὲ καὶ τοῖς τῆς πόλεως φύλαξι καὶ πυνθάνεται αὐτῶν, λέγουσα· γʹ, δʹ. Εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; Ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. Αὐτοῦ τὸ κατ' ἐνέργειαν εὐεργετικὸν, καὶ τὸ κατ' οὐσίαν ἄτρεπτον. 81.116 Τί δὲ οὗτος ἂν τὴν οὐσίαν εὐεργετικός ἐστι, καὶ ἄτρεπτος, οὐκ ἠδυνήθην εὑρεῖν; Κἂν γὰρ ἀγαθὸν καὶ ἀλήθειαν ἐντεῦθεν ἐκάλεσα αὐτὸν, οὐχ ὑπήκουσέ μου, ἐπειδὴ καὶ ὑπὲρ ταῦτά ἐστιν· ὅτι τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν ἐστιν ὄνομα· καὶ αὕτη μὲν τὸν ἀγαπητόν μου, ὡς εἴρηκα, οὔπω ἠδυνήθην εὑρεῖν· οἱ δὲ ἅγιοι ἄγγελοι εὕροσάν με, οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· εὕροσαν δέ με ἐν τῷ καθαίρειν με διὰ πρά ξεως, καὶ φωτίζειν διὰ θεωρίας, τὴν διὰ κακίαν καὶ ἄγνοιαν ἀπολωλυῖαν, καὶ μαθήτριαν τῶν πνευμάτων τῆς πονηρίας γεγενημένην ποτὲ, καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς τούτοις ἀγγέλοις μὴ πρὸς μαθητείαν εὑρι σκομένην· οἳ τηροῦσι πρὸς ἔπαινον ἢ ἔλεγχον ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς διαγνώσεως τά τε φανερὰ, καὶ ἀφανῆ μου κινήματα, καὶ πᾶν νόημά τε καὶ ποίημα· κἀντεῦθεν ἐν τῷ μή τι τούτων κατα λιμπάνειν ἀνεπισκόπευτον, περικυκλοῦσί με, ποιού μενοι ἐν ἐμοὶ, ὡς ἔν τινι πόλει τὰς ἀναστροφάς. Οὕτω δὲ τούτων περιτυχόντων με, φημὶ πρὸς αὐ τούς· "Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;" Ἤγουν, Μὴ ὃν καταλαβεῖν μὲν ἐπόθησα, οὐκ ἠδυνήθην δὲ, κἂν αὐτοὶ, οἱ τοῦτον περιχορεύοντες ὡς λειτουργικὰ