1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

19

δευτέραν παρουσίαν. Καὶ τὸν τράχηλον δὲ αὐτῆς ὁρμίσκοις ἐοικέναι φησί. Περιδέραιον δέ ἐστι τοῦτο, καὶ εἶδος κόσμου τὸν τράχηλον καλλωπίζοντος. Ἐπαινεῖ δὲ αὐτὴν καλῶς ἕλκουσαν τὸν τῆς εὐσεβείας ζυγὸν, περὶ οὗ φησιν ἐν Εὐαγγελίοις ὁ νυμφίος· "Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι." ∆ιὰ τοῦτο ἐν τοῖς Ἄσμασι θαυμάζει τὸν τράχηλον τὸν τοῦτον φέροντα τὸν ζυγὸν, ὡς οὐ δεόμενον τῆς ἔξωθεν κοσμήσεως, καὶ ἐπεισάκτου ὡραϊσμοῦ, ἀλλ' οἴκοθεν ἔχοντα τὴν εὐπρέπειαν, ὡς ἀπεικάζεσθαι γυμνὸν ὄντα ὁρμίσκοις ἄλλους τραχή λους κοσμοῦσι. Τούτων ὑπὸ τοῦ νυμφίου ῥηθέντων, ἀποκρίνονται καὶ οἱ δορυφόροι τοῦ νυμφίου, καὶ ὑπηρέται, καί φασι τῇ νύμφῃ· ιʹ, ιαʹ. Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὑτοῦ. ∆οκοῦσι δέ μοι σημαίνειν ἐν ταῦθα τὸν πρὸ τῆς παρουσίας τοῦ ∆εσπότου Χριστοῦ 81.80 καιρόν· καὶ παραμυθοῦνται τὴν νύμφην, ὅτι Πάντα τὸν πρὸ τῆς ἀναστάσεως τοῦ βασιλέως καιρὸν ἡμεῖς σοὶ συνεσόμεθα, καὶ διακοσμήσομέν σε τῷ δυνατῷ κόσμῳ· καὶ οὐ καταλείψομέν σε ἕως ἀναστῇ, ἀλλὰ προσοίσομέν σοι ὁμοιώματα χρυσίου, καὶ στίγματα ἀργυρίου. Ἀκολούθως δὲ ἔφασαν ὁμοιώματα χρυ σίου, καὶ οὐκ αὐτὸν τὸν χρυσόν· ἐπειδὴ μείζονα τοῦ νυμφίου τὰ δῶρα· τὰ δὲ τῶν ἐκείνου διακόνων οὐ τὴν ἴσην ἔχει δόξαν. ∆ιὸ τοῖς θείοις Εὐαγγελίοις πλείονα προσφέρομεν τὴν τιμήν· τιμῶμεν δὲ καὶ νόμον, καὶ τοὺς προφήτας, καὶ τὰ τῶν ἁγίων ἀπο στόλων συγγράμματα. Εἰκότως τοίνυν ἔφασαν οἱ τοῦ νυμφίου διάκονοι· "Ὁμοιώματα τοῦ χρυσίου ποιή σομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ." Στίγματα δὲ ἀργυ ρίου καὶ ὁμοιώματα χρυσίου τὸ ποικίλον τῶν χαρι σμάτων νοήσωμεν, καὶ τῆς περὶ ἡμᾶς ὑπὸ τοῦ Θεοῦ γινομένης προνοίας. Ἀπολαύομεν γὰρ καὶ τῆς παρ' ἀγγέλων βοηθείας· "Παρεμβαλεῖ γὰρ ἄγγελος Κυ ρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ τούς. "Καὶ, "Τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." Καὶ ὁ νόμος δὲ αὐτὸς ἀγγέλων διακονούντων ἐδόθη. ∆ιό φησιν ὁ Ἀπόστολος· "Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς νόμος ἐγένετο βέβαιος." Ἐν ὅσῳ τοίνυν ὁ βασιλεὺς ἀνακλίνεται καὶ ἀνίσταται, ἡμεῖς, φησὶ, τὰ δυνατὰ προσοίσομεν. Ἀνάκλισιν δὲ αὐτοῦ τὸν θάνα τον προσαγορεύουσιν. ∆ιὸ καὶ ὁ Βαλαὰμ προφη τεύων φησίν· "Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρ ματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·" καὶ μετ' ὀλίγα· "Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν; Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται." Ταῦτα δὲ καὶ ἐν τῇ προφητείᾳ τοῦ πατριάρχου Ἰακὼβ τῇ πρὸς τὸν Ἰούδαν εἰρημένῃ ἔστιν εὑρεῖν. Τούτων ἄνωθεν οὕτω ῥηθέντων ὑπὸ τῶν τοῦ νυμφίου διακόνων, πάλιν ἡ νύμφη φησί· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. (ιβʹ) Ἀπό δεσμος στακτῆς ἀδελφιδοῦς μου ἐμοί. Ζητη τέον δὲ πρότερον, τί δήποτε αὐτὸν ἀδελφιδοῦν ὀνομά ζει· νύμφην δὲ ἐδιδάχθημεν τὴν ἐξ ἐθνῶν Ἐκκλη σίαν· ἀλλὰ καὶ γυναῖκα προτέραν τοῦ νυμφίου τὴν Ἰουδαίων πληθὺν, λαβοῦσαν βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς, διὰ τὴν οἰκείαν ἀκολασίαν. Ἀδελ φαὶ δὲ τυγχάνουσιν· ἄμφω γὰρ τὸν Ἀδὰμ αὐχοῦσι πατέρα· ἀλλ' ὁ νυμφίος ἐκ τῆς προτέρας ἐβλάστησε κατὰ τὸ ἀνθρώπινον. Φησὶ γὰρ ὁ μακάριος Παῦλος· "Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος." Καὶ πάλιν· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· Καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός." Καὶ περὶ τοῦ ∆αβὶδ δέ φησιν ὁ μακάριος Πέτρος, ὅτι "Προφή 81.81 της ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προειδὼς ἐλάλησε περὶ τοῦ θανάτου, ὅτι "Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." Ἐπειδὴ τοίνυν