1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

48

λυθεν, οἷον διατορεύων καὶ ἀπευθύνων πρᾶξιν ἑκά στην. ∆ιὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν· "Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην." Χρυσᾶς δὲ πάλιν καλεῖ, ὡς τιμίους καὶ σπανίους. Τὸ δὲ Θαρσεῖς διὰ τὸ δόκιμον ἔλαβε τοῦ χρυσίου· ἐκεῖ θεν γὰρ λέγει ἡ θεία Γραφὴ τὸ ἀκίβδηλον καὶ ἄπ εφθον" καὶ δόκιμον χρυσίον κομίζεσθαι. "Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου." Ὁ γὰρ βυθὸς αὐτοῦ τῶν μυστηρίων, καὶ τὸ ταμιεῖον τῆς γνώσεως, ἔνθα εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σο φίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, πυξίον εἰσὶν ἐλε φάντινον τοῖς τῆς ἀποκαλύψεως ἀξίοις. Καὶ τῇ μὲν φύσει ἐστὶν ἀκατάληπτα· διὸ "ἐπὶ λίθου σαπφείρου·" ὃ παραδηλοῖ τὸ βαθὺ καὶ κεκρυμμένον τῶν θείων. Ἀλλ' ὅμως τοῦτο τὸ βαθὺ, καὶ κεκρυμμένον, καὶ ἄδηλον, πυξίον ἐλεφάντινον γίνεται τοῖς ἀξίοις· διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐ τοῦ·" καὶ πάλιν· "Τὸ μυστήριον αὐτοῦ τὸ ἀπο κεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύ φθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις." ∆ιὸ τὴν κοιλίαν αὐτοῦ φησὶ πυξίον εἶναι ἐλεφάντι νον ἐπὶ λίθου σαπφείρου· καὶ τοὺς μὲν βοστρύχους δήλους ὄντας μέλανας ἔφη· τοῖς γὰρ μηδέπω τῆς θείας ἀποκαλύψεως τετυχηκόσι, καὶ τὰ δοκοῦντα εἶναι 81.164 δῆλα, ἐστὶν ἄδηλα, καὶ τὰ αἰσθητὰ ἀκατάληπτα· τοῖς δὲ τῶν θείων μυστηρίων ἐντὸς γεγενημένοις, καὶ τὰ ἄδηλα γίνεται φανερά. ∆ιὸ καὶ ὁ μακάριος ∆αβίδ φησι· "Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι." Τοῦτο τοίνυν καὶ ἡ νύμφη λέγει· "Ἡ κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπ φείρου· κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι, τεθεμε λιωμένοι ἐπὶ βάσεις χρυσᾶς·" τὸ ἑδραῖον αὐτοῦ, καὶ σταθηρὸν, καὶ μόνιμον, καὶ διαρκὲς, διὰ τῶν μαρμαρίνων στύλων ἐδήλωσε· καὶ τὰς βάσεις δὲ αὐτῶν χρυσᾶς ὠνόμασε, τὸ τίμιον τῶν πράξεων διὰ τούτων παραδηλῶν. "Εἶδος αὐτοῦ ὡς λίβανος, ἐκλεκτὸς ὡς κέδροι." Πάλιν ἐνταῦθα τὸ διπλοῦν ἑρμηνεύει τῶν φύσεων· λίβανον μὲν τὴν θείαν προσαγορεύει, ἐπειδὴ λίβανος κατὰ τὸν νόμον Θεῷ προσεφέρετο. Κέδρον δὲ καλεῖ τὴν ἀνθρωπείαν, ὡς σηπεδόνα τῆς ἁμαρτίας οὐ δεξαμένην· ἄσηπτος γὰρ ἐν ξύλοις ἡ κέδρος. "Φάρυγξ αὐτοῦ γλυκασμός·" τί γὰρ τῶν θείων λογίων γλυκύτερον; ∆ιὸ καὶ ὁ μέγας ∆αβίδ· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου·" καί· "Τὰ κρί ματά σου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπι θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι κηρίον." ∆ιὸ καὶ οἱ ὑπηρέται τῶν ἀρχιερέων, οἱ ἐπ' αὐτὸν ἀποσταλέντες, καὶ κατα κηληθέντες, καὶ ἑαλωκότες τῷ πόθῳ τῆς τῶν λόγων γλυκύτητος, φασὶ τοῖς ἀποστείλασιν· "Οὐδέποτε οὕ τως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος·" καὶ ἄλλοι ἐβόων· "Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας." -"Φάρυγξ τοίνυν αὐτοῦ γλυκασμός·" ἀλλὰ καὶ, "ὅλος ἐστὶν ἐπιθυμία·" ἀπορήσας γὰρ λοιπὸν ἄλλων ἐπαίνων ἑνὶ αὐτὸν ὀνό ματι ὀνομάζει. Τί δήποτε γὰρ, φησὶ, κατὰ μέρος αὐ τοῦ διηγοῦμαι τὸ κάλλος; ὅλος γάρ ἐστιν ἐπιθυμία, ἕλκων ἅπαντας εἰς ἔρωτα, βιαζόμενος εἰς ἀγάπην, ἐπιθυμίαν ἐμβάλλων, οὐ τοῖς ὁρῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσι· ταῦτα εἰρηκυῖα, φησὶ ταῖς νεάνι σιν· "Οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ." Ἐπειδὴ ἠγνοεῖτε, καὶ ἠρωτᾶτε, Τί ὁ ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ; ἰδοὺ λέγω ὑμῖν, ὅτι "Τοιοῦτός ἐστιν ὁ ἀδελφιδοῦς μου, καὶ τοιοῦτός ἐστιν ὁ πλησίον μου· φροντίσατε τοί νυν τοῦ ὅρκου, καὶ μὴ ἀμελήσητε, ἀλλὰ ζητήσατε αὐτὸν καὶ ἀπαγγείλατέ μου τὸν πόθον. Μαθοῦσαι τοίνυν ἐκεῖναι τοῦ νυμφίου τὰ σημεῖα, πάλιν ἐπερω τῶσι καὶ πυνθάνονται, ποῦ πορεύεται, καὶ ποῦ ἐξ εδήμησε, καί φασι·