1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

2

καὶ τὸν θεῖον ναὸν ἐμπρησάντων, καὶ τὴν πόλιν ἀνάστατον πεποιηκό των, καὶ τὸν λαὸν ἐξανδραποδισαμένων μετὰ πολὺν ἐτῶν ἀριθμὸν, τοῦ λαοῦ πάλιν ἀνακλήσεως τετυχη κότος, ὁ μακάριος Ἔσδρας, ἀνὴρ ἀρετῇ διαπρέπων, καὶ τοῦ παναγίου Πνεύματος πλήρης γενόμενος, ὡς βοᾷ τὰ πράγματα, τὰς ἀναγκαίας ἡμῖν καὶ σωτηρίας παρεκτικὰς ἀναγράφει Γραφάς· καὶ οὐ μόνον τὰ Μωσέως συγγράμματα, ἀλλὰ καὶ τὴν Ἰησοῦ, καὶ τῶν Κριτῶν, καὶ τῶν Βασιλέων ἱστορίαν, καὶ τοῦ γενναίου Ἰὼβ τὸ διήγημα· καὶ τὴν ἱερὰν τοῦ ∆αβὶδ μελῳδίαν, τὴν τῆς Ἐκ κλησίας εὐφροσύνην, καὶ τοὺς ἑκκαίδεκα προφήτας, καὶ τοῦ σοφοῦ Σολομῶντος τὰς παροιμίας, καὶ τὸν Ἐκ κλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν ᾀσμάτων. Πῶς τοίνυν ταύτην ἔχει τὴν διάνοιαν, ἥν φατε, τὸ βιβλίον, ὦ βέλ τιστοι, εἰ ὁ μὲν Ἔσδρας ταῦτα συνέγραψεν, οὐκ ἐξ ἀντιγράφων δὲ ἔγραψεν, ἀλλὰ τοῦ θείου Πνεύματος πλήρης γενόμενος, ἵνα πᾶσιν ἀνθρώποις ἀνάγραπτον παραπέμψῃ τὴν ὠφέλειαν; Τὰ γὰρ τῆς ἀκολασίας 81.32 συγγράμματα, οὐ τοῦ θείου Πνεύματος, ἀλλὰ τοῦ ἐναντίου πνεύματος. "Ὁ γὰρ καρπὸς τοῦ Πνεύμα τος, κατὰ τὸν μακάριον Παῦλον, ἀγάπη, χαρὰ, εἰ ρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια." Εἰ δὲ τοῦ θείου Πνεύματος καρπὸς ἡ ἐγκράτεια, τοῦ ἐναντίου δηλονότι ἡ ἀκρασία· ἀκρασίας δὲ ὑπόθεσιν, ὥς φατε, περιέχει τοῦ Ἄσμα τος τῶν ᾀσμάτων τὸ σύγγραμμα. Ὁρᾶτε τοίνυν ποῦ τὰ τῆς βλασφημίας χωρεῖ; Κατὰ γὰρ τοῦ παναγίου Πνεύματος ἡ κατὰ τοῦ βιβλίου λοιδορία τολμᾶται. Τῆς γὰρ τούτου χάριτος ἐμπλησθεὶς ὁ μακάριος Ἔσδρας διαφθαρὲν, ὡς ἔφαμεν, τὸ βιβλίον ἀνενεώ σατο· καὶ τοῦτο συνειδότες οἱ μακάριοι Πατέρες ταῖς θείαις αὐτὸ Γραφαῖς συντετάχασι. Πολλοὶ δὲ αὐτὸ τῶν παλαιῶν καὶ ἡρμηνεύκασιν· οἱ δὲ τοῦτο ἐφεξῆς μὴ πεποιηκότες, ταῖς ἐκεῖθεν χρήσεσι τὰ οἰκεῖα συγ γράμματα κατεκόσμησαν. Καὶ οὐ μόνον Εὐσέβιος ὁ Παλαιστινὸς, καὶ Ὠριγένης ὁ Αἰγύπτιος, καὶ Κυπριανὸς ὁ Καρχηδόνιος, ὁ καὶ τοῦ μαρτυρίου στέφα νον ἀναδησάμενος, καὶ οἱ τούτων παλαιότεροι, καὶ τῶν ἀποστόλων πλησιέστεροι· ἀλλὰ καὶ οἱ μετ' ἐκεί νους ἐν ταῖς Ἐκκλησίαις διαπρέψαντες, πνευματικὸν ἔγνωσαν τὸ βιβλίον, Βασίλειός τε ὁ μέγας τὴν ἀρχὴν τῶν Παροιμιῶν ἑρμηνεύων, καὶ Γρηγόριος ἑκάτερος, ὁ μὲν τὴν ἐκείνου συγγένειαν, ὁ δὲ τὴν φιλίαν αὐ χῶν, καὶ ∆ιόδωρος ὁ γενναῖος τῆς εὐσεβείας πρό μαχος· καὶ Ἰωάννης ὁ τοῖς ῥεύμασι τῆς διδασκαλίας μέχρι καὶ τήμερον πᾶσαν τὴν οἰκουμένην ἀρδεύων, καὶ οἱ μετ' ἐκείνους ἅπαντες, ἵνα συνελὼν εἴπω, καὶ τοῦ λόγου διαφύγω τὸ μῆκος. Συνίδωμεν τοίνυν, εἰ δίκαιον τοσούτους καὶ τοιούτους ἄνδρας διαπτύσαν τας, καὶ αὐτοῦ δὲ τοῦ παναγίου καταφρονήσαντας Πνεύματος, ταῖς οἰκείαις ἐννοίαις ἀκολουθεῖν, μὴ πει θομένους τῷ καλῶς εἰρηκότι· "Λογισμοὶ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν·" μηδὲ ἀκούοντας τοῦ μακαρίου Παύλου περί τινων λέγοντος, ὅτι "Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." ∆ιὸ ἡμεῖς μετὰ τοῦ μακαρίου Πέτρου βοῶμεν· "Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις." Ἐροῦμεν δὲ καὶ πρὸς αὐτούς· "Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν ἢ τοῦ Θεοῦ, κρίνατε· ἡμεῖς γὰρ οὐ δυνάμεθα, ἃ εἴδομεν διὰ τοῦ Πνεύματος, καὶ ἠκού σαμεν, μὴ λαλεῖν." Ἵνα δὲ μὴ μόνον αὐτῶν ἡμῶν φροντίζωμεν, αὐτοὺς δὲ βλαπτομένους παρίδωμεν, φέρε ζητήσωμεν, πόθεν αὐτοῖς γέγονεν ἡ τῆς βλάβης ἀφορμὴ, καὶ τὴν δυνατὴν αὐτοῖς θεραπείαν ἐκ τῶν θείων Γραφῶν προσενέγκωμεν. Ἀναγινώσκοντες, ὡς οἶμαι, τοῦτο τὸ σύγγραμμα, καὶ ὁρῶντες ἐν αὐτῷ μύρα καὶ φιλήματα, καὶ μη ροὺς, καὶ κοιλίαν, καὶ ὀμφαλὸν, καὶ σιαγόνας, καὶ ὀφθαλμοὺς, καὶ κρίνα, καὶ μῆλα, καὶ νάρδον, καὶ στακτὴν, καὶ σμύρναν, καὶ ὅσα τοιαῦτα, καὶ τῆς θείας Γραφῆς ἀγνοοῦντες τὰ ἰδιώματα, οὐκ ἠθέλησαν διαδῦναι, καὶ τοῦ γράμματος ὑπερβῆναι τὸ κάλυμμα, καὶ ἐντὸς γενέσθαι τῷ πνεύματι, καὶ