1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

64

γέγραπται, Ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ' ἐν τούτοις πᾶσι, φησὶν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ." Ἱκανὰ μὲν οὖν καὶ ταῦτα δεῖξαι τῆς ἀγάπης τὴν νίκην· τὰ δὲ μετὰ ταῦτα σαφέστερον ταύτην κηρύττει. Ἐπάγει γάρ· "Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε δυνάμεις, οὔτε ὕψος, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν." Καὶ ἵνα δείξῃ πάντων αὐτὴν δυνατωτέραν, καὶ τῶν ὁρωμένων, καὶ τῶν ἀοράτων, τὴν μὴ οὖσαν κτίσιν ἀναπλάττεται τῷ λόγῳ, καὶ ταύτῃ πάλιν παρ εξετάζει, καὶ δείκνυσι ταύτης τὴν περὶ τὸν Θεὸν ἀγάπην ἰσχυροτέραν. Εἰκότως τοίνυν ὁ νυμφίος φη σίν· "Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὑτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν." Ἐξουδενώσουσι δὲ τὸν πάντα βίον ἐν τῇ ἀγάπῃ διδόντα οἱ τῆς ἀγάπης ἐστερημένοι καὶ γεγυμνωμένοι· διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦ λος· "Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀν εχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν, ὡς περι καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περί ψημα ἕως ἄρτι." Καὶ γὰρ τῷ ὄντι τοῦτο τῶν ἰλιγ γιώντων τὸ πάθος· αὐτοὶ γὰρ οἱ μὴ καθεστηκότες περιδινεῖσθαι πάντα νομίζουσιν· οὕτω καὶ οἱ τῆς ἀγάπης ἐστερημένοι τοὺς τῆς ἀγάπης τροφίμους ὡς ἀνοήτους ἐβλασφήμουν καὶ ἄφρονας. Ἀλλ' ὅμως οὐδὲ τοῦτο τὴν ἀγάπην ἐλυμήνατο, ἀλλὰ καὶ θερμο τέραν εἰργάσατο. Λοιδορούμενοι οἱ ἀπόστολοι ηὐλόγουν, καὶ βλασφημούμενοι παρεκάλουν, καὶ ὡσπερεὶ καθάρματα τοῦ κόσμου γενόμενοι, ἔλεγον εἶναι πάν των περίψημα ἕως ἄρτι. ηʹ, θʹ. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσομεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ, ἐν ᾗ ἂν λαληθῇ αὐτῇ; Εἰ τεῖχός ἐστιν, οἰκοδο μήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. Ἡγοῦμαι τοὺς ἁγίους προφήτας, τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαντας, τὸ βραχὺ τῆς πνευματικῆς ἡλικίας τῆς νύμφης ὁρῶντας, καὶ τὸ τῶν μαστῶν ἀτελὲς ἔτι καὶ κεκρυμμένον, ἅτε δὴ προμνήστορας καὶ μη νυτὰς τοῦ γάμου, ταῦτα ἐν ἑαυτοῖς λέγειν, ὅτι Μέλλει 81.209 λοιπὸν ὁ βασιλεὺς λαμβάνειν τὴν νύμφην τὴν ἡμε τέραν ἀδελφὴν, μικρὰ δέ ἐστι καὶ μαστῶν ἐστερη μένη· οὔπω γὰρ ἔχει τὸ γόνιμον, οὐδὲ τὸ διδασκαλι κὸν χορηγεῖν δύναται γάλα, οὐδὲ τὴν τελείαν ὀρέγειν τοῖς δεομένοις τροφήν· χρὴ τοίνυν ἡμᾶς τὸ πρακτέον λογίσασθαι. Καὶ ἐπειδὴ μέλλει τῷ μεγάλῳ συνάπτε σθαι βασιλεῖ, καὶ ὥσπερ τεῖχος εἶναι τῆς οἰκίας αὐ τοῦ, οἰκουροῦσα τὰ ἔνδον καὶ φυλάττουσα, καὶ θύρας τύπον ἔχειν φρουρούσης τὰ ἀποκείμενα, οἰκοδομή σωμεν ὡς ἐν τείχει "ἐπάλξεις ἀργυρᾶς," τουτέστι λογικὰς καὶ διαλαμπούσας ἐν λόγῳ. "Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ·" ἵνα ἐπ' αὐταῖς ἱσταμένη βάλλῃ τοὺς πολε μίους, διώκῃ τοὺς ἐπιβούλους. Ὡς δὲ θύρᾳ ἐπιθῶ μεν αὐτῇ σανίδας ἐκ κέδρου πεποιημένας, ἁμαρτίας σηπεδόνα μὴ δεχομένας· ἄσηπτος γὰρ ἡ κέδρος. Πρὸς ταῦτα ἀποκρίνεται ἡ νύμφη θαῤῥοῦσα τῇ τοῦ νυμφίου φιλοτιμίᾳ καὶ εὐπορίᾳ· ιʹ. Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι. Ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς εὑρίσκουσα εἰ ρήνην. Προγνοὺς γάρ με, καὶ προώρισε, καὶ γνοὺς ὡς ζητήσω τὴν εἰρήνην, καὶ διώξω αὐτὴν, καὶ διώ ξασα καταλήψομαι, καὶ εἰρηνικήν με προσηγόρευσε, καὶ Σουλαμῖτιν, καὶ πεποίηκε τεῖχος ἀῤῥαγὲς, φο βερὸν τοῖς ἐναντίοις· τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα λύσω. Οὐ μόνον δὲ τεῖχος, ὡς εἶπον, εἰμὶ, ἀλλὰ καὶ ἀμπελών. ιαʹ. Ἀμπελὼν γὰρ, φησὶν, ἐγενήθη τῷ Σολο μὼν ἐν Βελεαμών. Ἔδωκε τὸν