1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

9

σκοπητέον τίνος ἕνεκεν "Ἆσμα ᾀσμάτων," ἀλλ' οὐκ Ἆσμα, τοῦτο καλεῖται τὸ σύγγραμμα. Πολλὰ μὲν οὖν ᾄσμα τα, καὶ ψαλμοὺς, καὶ ὕμνους, καὶ ᾠδὰς, παρά τε τῷ μακαρίῳ ∆αβὶδ, καὶ παρὰ τοῖς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν προφήταις εὑρίσκομεν εἰρημένα καὶ συγγε γραμμένα· καὶ Μωσῆς μὲν ὁ μέγας ᾖσε πρώτην μὲν ᾠδὴν τὴν ἐπινίκιον, ἡνίκα ἡ θάλασσα διαιρεθεῖσα, αὐ τοῖς μὲν τοῖς Ἰσραηλίταις ὁδὸς ἐγένετο, τοῖς δὲ Αἰ γυπτίοις τάφος· δευτέραν δὲ ᾠδὴν ᾖσεν εὐχαριστήριον τὴν ἐπὶ τῷ φρέατι· τρίτην δὲ, ἐν ᾗ τὰς θείας διηγή σατο δωρεὰς, καὶ τῆς ἀγνώμονος γνώμης τοῦ λαοῦ κατηγόρησεν. Καὶ ὁ μακάριος δὲ ∆αβὶδ τοὺς μὲν ἐπι νικίους ᾖσεν ὕμνους, τοὺς δὲ ἐπιληνίους· καὶ τοὺς μὲν ὀρθρίους, τοὺς δὲ ἑσπερίους. Ὁ δὲ σοφὸς Σολομὼν οὐκ ἐπινίκιον, οὐδὲ ὄρθριον, ἀλλ' ἐπιθαλάμιον ᾆσμα συγγράφει. Τὰ μὲν γὰρ ἐπινίκια ᾄσματα δηλοῖ τῶν πολεμίων κατάλυσιν καὶ τῶν αἰχμαλώτων λύσιν, ὡς τὸ, "Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ." Σημαίνει γὰρ, ὅτι τῶν πολεμίων τὴν πανοπλίαν συντρίψας, καὶ τοὺς ὑπ' ἐκείνους πάλαι τελοῦντας αἰχμαλώτους ἐλευθερώσας, 81.52 ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ τὴν τῶν πάντων ἑκόντων ἀνεδήσατο βασιλείαν. ∆ιό φησιν· "Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ." Τοιοῦτόν ἐστι καὶ τὸ, "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν." Καὶ πάλιν· "Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε." Καὶ αὖθις· "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ." Ἐν μὲν οὖν τούτοις τοῖς ᾄσμασι τὴν νίκην τοῦ βασιλέως οἱ προφῆται διεξίασι, καὶ ἐπὶ τῇ τῶν αἰχμαλώτων αὐτὸν ὑμνοῦσιν ἐλευ θερίᾳ. Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων τὸν γάμον αὐτοῦ διαγράφει, καὶ τὸν περὶ τὴν νύμφην ἔρωτα διαγρά φεται. "Νύμφην" δὲ προσαγορεύει τοὺς ἐν ἐκείνοις τοῖς ᾄσμασι τῆς αἰχμαλωσίας ἀπαλλαγέντας, καὶ τῆς ἐλευθερίας τετυχηκότας, καὶ προσοικειωθέντας τῷ βασιλεῖ, καὶ ἄληστον τῶν εὐεργεσιῶν τὴν μνήμην ἐσχηκότας, καὶ πολλὴν περὶ αὐτὸν εὔνοιαν καὶ στορ γὴν ἐπιδεικνυμένους, καὶ διηνεκῶς αὐτῷ ἑπομένους· εἶτα, τῶν ἄνω δυνάμεων πυνθανομένων, "Τίς ἐστιν ὁ βασιλεὺς δόξης;" συνεῖναι ἱμειρομένους, καὶ οὐδὲ πρὸς βραχὺ μόριον ἡμέρας χωρισθῆναι τοῦ σεσωκό τος ἀνεχομένους. Τούτου χάριν Ἆσμα τῶν ᾀσμά των καλεῖται τοῦτο τὸ βιβλίον, σημαίνοντος τοῦ λό γου, ὡς ἐκεῖνα τὰ ᾄσματα διὰ τοῦτο τὸ ᾆσμα γεγέ νηται, κἀκεῖνα πρὸς τοῦτο ἄγει. "Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ θείας φιλανθρωπίας ὁ κολοφὼν, ἡ ἄῤῥητος ἀγαθότης, ὁ ἀμέτρητος ἔλεος, ὁ ἀστάθμητος οἶκτος, ἡ ἄφραστος ἀγάπη, τὸ ἀνέχε σθαι τὸν ποιητὴν, καὶ πλάστην, καὶ δημιουργὸν, καὶ Κύριον, καὶ Θεὸν, καὶ ∆εσπότην, καὶ ἀεὶ ὡσαύτως ἔχοντα, τὸ πήλινον τοῦτο ζῶον, καὶ παθητὸν, καὶ φθαρτὸν, καὶ ἀγνῶμον, καὶ ἄχρηστον, μὴ μόνον ἀπαλ λάξαι θανάτου, καὶ διαβολικῆς τυραννίδος, ἀλλὰ καὶ ἐλευθερίαν δωρήσασθαι, καὶ μὴ μόνον ἐλευθέρους ἀποφῆναι, ἀλλὰ καὶ υἱοὺς καταστῆσαι· καὶ μὴ μό νον τῆς υἱοθεσίας δωρήσασθαι χάρισμα, ἀλλὰ καὶ νύμφην προσαγορεῦσαί τε καὶ ποιῆσαι, καὶ νυμφίῳ παραπλησίως συναρμοσθῆναι αὐτῇ, καὶ ἕδνα μυρία προσενεγκεῖν, καὶ νυμφῶνα καὶ θάλαμον προευτρε πίσαι· καὶ γυμνὴν οὖσαν ἀμφιάσαι, καὶ γενέσθαι αὐτῇ περιβόλαιον, καὶ τροφὴν, καὶ πόμα, καὶ ὁδὸν, καὶ θυρεὸν, καὶ ζωὴν, καὶ φῶς, καὶ ἀνάστασιν. Ἀλλὰ γὰρ φιλονεικῶ ψάμμον ἀριθμεῖν, ἢ ὑετοῦ σταγόνας, ἢ τὴν θάλασσαν κυάθῳ μετρεῖν, τῆς θείας φιλαν θρωπίας ἐφικέσθαι λόγῳ τολμῶν. ∆ιὰ τοῦτο τοίνυν