1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

34

τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." ∆ιὸ καὶ ὁ μακάριος ∆αβὶδ Εἰς Σολομῶντα μὲν ἐπιγράφει τὸν οαʹ ψαλμὸν, τὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἐν αὐτῷ διηγεῖται κατορθώματα. "Κρινεῖ γὰρ, φησὶ, τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν." Οὔτε δὲ τῷ ἡλίῳ συμπαραμεμένηκε Σολομὼν, οὔτε πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἀλλὰ ταῦτα ἁρμόττει τῷ ἐκ Σολο μῶντος βλαστήσαντι Ἰησοῦ Χριστῷ κατὰ τὸ ἀνθρώ πινον· ὃς πρὸ τῶν αἰώνων ὑπάρχων, "Κατέβη ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν." Πόκον δὲ ἐνταῦθα τὴν Παρθένον προσ ηγόρευσε. Καθάπερ γὰρ ὑετὸς ἐπὶ πόκον ἀψοφητὶ κάτεισιν, οὕτως ὁ σωτήριος ἐκεῖνος τόκος πάντων ἀνθρώπων ἀγνοούντων ἐγένετο. Τούτοις ἐπιφέρει· "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης· ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης," καὶ τὰ ἑξῆς ἅπαντα τῆς αὐτῆς διανοίας ἐχόμενα· οὐ γὰρ νῦν καιρὸς τὸν ψαλμὸν ἑρμηνεύειν. Ἕως δὲ τῶν περάτων τῆς οἰκουμένης οὐχ ὁ Σολομὼν ἐκυρίευσεν, ἀλλ' ὁ ἐκ Σολομῶντος βλαστήσας κατὰ τὸ ἀνθρώπειον Ἰησοῦς Χριστὸς, καὶ Σολομὼν προσαγορευόμενος διὰ τὸ εἰρηνικὸν καὶ πρᾶον, καὶ εἰρήνης παρεκτικόν. Ἐπειδὴ τοίνυν τίς ὁ Σολομὼν μεμαθήκαμεν, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. "Ἰδοὺ ἡ κλίνη τοῦ Σολο μών." Κλίνην τοῦ νυμφίου τὰς θείας νοήσωμεν Γραφάς. Ἐν ἐκείναις γὰρ οἱονεὶ συνανακλινομένη ἡ νύμφη τῷ νυμφίῳ, καὶ τὰ τῆς διδασκαλίας σπέρματα δεχομένη, συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ τίκτει τὴν πνευματικὴν ὠφέλειαν, ὡς βοᾷν μετὰ τοῦ προφήτου· "∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς." - "Ἑξήκοντα, φησὶ, δυνατοὶ κύκλῳ αὐτῆς, ἀπὸ δυνα τῶν Ἰσραήλ. Πάντες κατέχοντες ῥομφαίας, δεδι δαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν 81.124 μηρὸν αὐτοῦ, ἀπὸ θάμβους ἐν νυξίν." Τὸν ἑξήκοντα ἀριθμὸν ἐνταῦθα κεῖσθαι ἡγοῦμαι οὐκ ἐπὶ ταύτης τῆς ποσότητος, ἀλλὰ τοὺς ἐν τῇ Παλαιᾷ διαπρέψαν τας ἁγίους τούτῳ δηλοῦσθαι τῷ ὀνόματι. Τὸν μὲν γὰρ δέκα τέλειον εἶναί φασιν ἀριθμόν· τὸν δὲ ἓξ τοῖς ὑπὸ νόμον ἁρμόττοντα. "Ἓξ γὰρ, φησὶν, ἡμέραις ἐργᾷ." Τοὺς ἐν νόμῳ τοίνυν τελειωθέντας κύκλῳ τῆς κλίνης ἑστάναι φασὶν, ἀπὸ μὲν τοῦ Ἰσραὴλ τὸ γένος κατά γοντας, δυνατοὺς δὲ ὄντας ὑπὲρ ἅπαντας, καὶ ῥομ φαίαν κατέχοντας, καὶ πολεμικὴν ἐμπειρίαν εἰδότας, καὶ ἄλλας ῥομφαίας ἐπὶ τῶν μηρῶν φερομένους. "Ἀπὸ θάμβους, φησὶν, ἐν νυξίν." Σαφέστερον δὲ ὁ Σύμμαχος τοῦτο πεποίηκεν εἰρηκὼς, "διὰ φόβους νυκτερινούς." Οὗτοι, φησὶν, οἱ δυνατοὶ περιέπουσιν αὐτοῦ τὴν κλίνην, διὰ τὰς τῶν ἐναντίων ἐπιδρομὰς τὴν νύμφην φυλάττοντες. ∆ύο δὲ ῥομφαίας ἐπιφέ ρονται, τὴν μὲν ἐν τῷ μηρῷ, τὴν δὲ ἐν τῇ χειρί· τὸν ἐλεγκτικὸν λόγον, καὶ τὸν κεκρυμμένον καὶ μυ στικόν· καὶ τὸν μὲν ἐλεγκτικὸν ἐν προχείρῳ, τὸν δὲ μυστικὸν, ἐν ταμιείῳ ἔνδον ἐν τῷ κολεῷ. θʹ, ιʹ. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σο λομὼν ἀπὸ ξύλων τοῦ Λιβάνου. Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον· ἐπίβασις αὐτοῦ πορφυρᾶ· ἐντὸς αὐτοῦ λιθόστρωτον· ἀγάπην ἀπὸ θυγατέρων Ἱε ρουσαλήμ. Πάλιν ἐνταῦθα φορεῖον τοὺς ἁγίους νοήσωμεν ἀποστόλους, βαστάσαντας τὸ ὄνομα Κυρίου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· καὶ γὰρ περὶ τοῦ μακαρίου Παύλου τοῦτο τῷ Ἀνανίᾳ φησὶν ὁ Χριστός· "Πορεύου ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ." Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος Παῦλος βοᾷ· "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;" Τούτους δὲ καὶ ἵπ πους ὁ μακάριος Ἀββακοὺμ ὀνομάζει· "Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου,