1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

40

ὑπερεκπλήττει με ὁ τὰ θεῖα κατοπτεύων, ὁ θεολογεῖν δεδιδαγμένος, ὁ τὰ κεκρυμμένα ὁρῶν μυστήρια. Καὶ θαυμάζω μὲν πάντας τοὺς κόσμους τοῦ τραχήλου σου· τὴν δὲ πρακτικὴν ἀρετὴν διὰ τούτων αἰνίττεται, ἐπειδὴ ὁ τράχηλος, φέρων τῶν θείων ἐντολῶν τὸν ζυγὸν, ἕλ κει καὶ διατέμνει τῆς δικαιοσύνης τὰς αὔλακας· ἐπαινῶ μὲν οὖν καὶ τοὺς ἄλλους τῆς ἀρετῆς κόσμους ἐν τῷ τραχήλῳ σου λάμποντας, ὑπεράγαμαι δὲ καὶ θαυμάζω τὸν ἕνα, καὶ ἐκπλαγεὶς τὸ κάλλος τοῦ τε ἑνὸς ὁρμίσκου, καὶ τοῦ τὰ θεῖα θεωροῦντος ὀφθαλμοῦ, ἐτρώθην σου τῷ ἔρωτι. Ζητήσωμεν δὲ τίς ἄρα ὁ εἷς ἐκεῖνος κόσμος ἐν τῷ τραχήλῳ περικείμενος καὶ τοὺς ἄλλους ὑπερέχων, καὶ μάθωμεν παρὰ τοῦ μακαρίου Παύλου, ὅτι "Μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα· μείζων δὲ τούτων πάντων ἡ ἀγάπη." Καὶ πάλιν· "Πλήρωμα δὲ νόμου ἡ ἀγάπη." Καὶ ἀλλα χοῦ· "Ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται ἐν τῷ, Ἀγαπήσεις τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν." Τοῦτον τοί νυν τὸν ὁρμίσκον τῆς νύμφης ὁ νυμφίος θαυμάζει. Ὁρμίσκον γὰρ ἀντὶ ἐνθέματος ὁ Σύμμαχος τέθεικε. Θαυμάζει δὲ αὐτῆς καὶ τὸν ἕνα ὀφθαλμὸν, οὐ σκώ πτων τὸν ἕτερον· ἀμφοτέροις γὰρ ἤδη τὴν εὐφημίαν προσήνεγκεν· ἀλλὰ τὴν τῶν νοητῶν θεωρίαν θαυ μαστοτέραν τῆς τῶν αἰσθητῶν κατανοήσεως ἐπι στάμενος. Τὸ δὲ, ἐκαρδίωσας, ἀντὶ τοῦ, διήγειρας ἡμᾶς πρὸς ἔρωτά σου, καὶ φίλτρον σου· τοιοῦτον ὀφθαλμὸν ἔχουσα, καὶ τοιοῦτον ὁρμίσκον περικει μένη. ιʹ. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου, νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου, ἀπὸ οἴ νου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ἀπὸ γὰρ τοῦ πνευματικοῦ οἴνου, καὶ τοῦ μυστικοῦ πόματος, πλείονα εὐμορφίαν οἱ μαστοί σου προσεκτήσαντο· μαστοὺς δὲ τοὺς τῆς διδασκαλίας προείπομεν ἤδη εἶναι κρουνούς. Καὶ ὀσμὴ δὲ τῶν ἱματίων σου πάσης εὐκοσμίας τυγχάνει μεστὴ, καὶ τῶν ἀρωμάτων ἁπάντων εὐωδεστέρα καθέστηκεν· ἐμὲ γὰρ ἐνδέδυσαι τὸν νυμφίον· καὶ μάρτυς Ἡσαΐας προαγορεύων, καὶ λέγων· "Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι." Ταῦτά σου τὰ ἱμάτια τοσαύτην εὐωδίαν ἀφίησιν, ὡς νικᾷν τὴν νομικὴν ἀρετὴν, ἀρώματα τροπικῶς προσηγορευμέ νην, τὴν ἐκ τῶν σῶν ἱματίων πανταχοῦ διατρέχουσαν εὐοσμίαν. Καλεῖ δὲ αὐτὴν οὐ μόνον νύμφην, ἀλλὰ καὶ ἀδελφὴν, ἐπειδὴ καὶ ὁ μακάριος Παῦλός φησιν· "Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελ φοῖς." Καὶ αὐτὸς ὁ Κύριος ἀναστὰς ταῖς παρὰ τὸ μνημεῖον ἑστώσαις γυναιξί· "Πορευθεῖσαι, φησὶν, εἴ 81.141 πατε τοῖς ἀδελφοῖς μου," καὶ τῷ Πέτρῳ· Ἰδοὺ προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν." Καὶ ἀδελφὴ τοίνυν ἐστὶν αὐτοῦ, καὶ νύμφη, καὶ πλησίον· πλησίον μὲν, κατὰ τὸ, "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·" νύμφη δὲ, ὡς παρ' αὐτοῦ τὰ τῆς διδασκαλίας σπέρ ματα δεχομένη, καὶ τίκτουσα τὸν τῆς εὐσεβείας καρ πόν· ἀδελφὴ δὲ ὡς τὴν αὐτὴν αὐτῷ φύσιν περικει μένη κατὰ τὸ ἀνθρώπειον. Ἐπιμένει τοίνυν αὐτῆς διεξιὼν τὸ ἐγκώμιον, καί φησι· ιαʹ. Κηρίον ἀποστάζει τὰ χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου, ὡς ὀσμὴ λιβάνου. Ἀναγκαῖον τούτοις παραθεῖναι τὴν ἀποστολικὴν διδασκαλίαν τὴν λέγουσαν· "Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώ ματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς οἱ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά·" καὶ μετ' ὀλίγα, "Εἰ ἦν, φησὶ, τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;" καὶ πάλιν, "Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους." Οὐκοῦν ἐκ πολλῶν μελῶν ἡ Ἐκκλησία συγκειμένη ἓν σῶμα πληροῖ·