1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

10

Ἆσμα τῶν ᾀσμάτων προσαγορεύεται τὸ βιβλίον, ὡς τὰ μείζω τοῦ Θεοῦ ἀγαθότητος εἴδη διδάσκον 81.53 ἡμᾶς, καὶ τὰ ἐνδότατα, καὶ ἄδυτα, καὶ ἁγίων ἅγια τῆς θείας ἡμῖν φιλανθρωπίας ἀποκαλύπτον μυστήρια. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐ τοῦ. Ταῦτα ἡ νύμφη λέγει προσευχομένη τῷ τοῦ νυμφίου Πατρί. Ἤκουσε γὰρ καὶ τῶν τῷ Ἀβραὰμ τῷ πατριάρχῃ δοθεισῶν ὑποσχέσεων, καὶ τῶν τοῦ Ἰακὼβ ἐν εὐλογίαις προῤῥήσεων. Ἤκουσε καὶ τοῦ μεγάλου Μωσέως περὶ αὐτοῦ προθεσπίσαντος· ἤκουσε καὶ τῶν Ψαλμῶν τὸ κάλλος αὐτοῦ καὶ δύναμιν δι ηγουμένων· "Ὡραῖος γὰρ, φησὶ, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περί ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης." Ἐδιδάχθη, ὅτι καὶ Θεός ἐστι, καὶ Υἱὸς προαιώνιος οὗτος αὐτὸς ὡραῖος, καὶ εὐπρεπής. "Ὁ θρόνος γάρ σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Καὶ Ἡσαΐας δὲ βοᾷ· "Τίς οὗτος ὁ παραγενό μενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὗτος ὡραῖος ἐν στολῇ μετὰ ἰσχύος." ∆ιδαχθεῖσα τοίνυν τοῦ νυμφίου τὸ κάλλος, τὴν ῥώμην, τὸν πλοῦ τον, τὴν βασιλείαν, τὸ κράτος ὃ κατὰ πάντων ἔχει, τὸ ἀΐδιον, τὸ ἀνώλεθρον, τὸ ἀτελεύτητον, ἱμείρεται ἰδεῖν τε αὐτὸν, καὶ περιπτύξασθαι, καὶ τὰ πνευματικὰ αὐτῷ ἀποδοῦναι φιλήματα. Ἀλλὰ μηδεὶς τῶν χαμαι ζήλων καὶ περιγείων ἀπὸ τῆς τῶν φιλημάτων προσ ηγορίας πληττέσθω· σκοπείτω δὲ ὡς καὶ, ἐν τῷ μυ στικῷ καιρῷ, τοῦ νυμφίου τὰ μέλη δεχόμενοι, κατα φιλοῦμέν τε καὶ περιπτυσσόμεθα, καὶ τοῖς ὀφθαλμοῖς ἐπιτίθεμεν τῇ καρδίᾳ, καὶ οἱονεὶ περίληψίν τινα φανταζόμεθα νυμφικὴν, καὶ αὐτῷ συνεῖναι ἡγούμεθα, καὶ αὐτὸν περιπτύσσεσθαι καὶ καταφιλεῖν, τῆς ἀγά πης ἐκβαλλούσης τὸν φόβον, κατὰ τὴν θείαν Γραφήν. Ποθεῖ τοίνυν ἡ νύμφη ὑπ' αὐτοῦ φιληθῆναι τοῦ νυμ φίου, μονονουχὶ λέγουσα πρὸς τὸν τούτου Πατέρα· Πέμψον μοι τὸν μονογενῆ σου Υἱὸν, ὦ ∆έσποτα καὶ Πάτερ· τοῦτο γὰρ μᾶλλον ἢ ἐκεῖνο θέλεις ἀκούειν· πάλαι αὐτὸν ἀναμένω, πάλαι ποθῶ. Ἔκαμον αὐτοῦ τὰς ἐπιστολὰς δεχομένη διὰ πατριαρχῶν, διὰ νομοθετῶν, διὰ προφητῶν· οὐκέτι φέρω τοῦ ἔρωτος τὴν φλόγα· πῦρ ἐστι καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ἐγκάτοις μου. ∆ιὰ πάντων μοι τῶν προφητῶν ὑπισχνεῖται παραγίνεσθαι, καὶ οὐδέπω καὶ τήμε ρον ἐμπεδῶσαι τὰς ὑποσχέσεις ἠθέλησεν. Ὑπέσχετό μοι διὰ τοῦ ∆αβὶδ, διὰ τοῦ Ἱερεμίου, διὰ τοῦ Ἡσαΐου, διὰ τοῦ Ἰεζεκιὴλ, καὶ Ζαχαρίου, καὶ ∆ανιὴλ, καὶ τῶν λοιπῶν προφητῶν παραγίνεσθαι, καὶ τὸν γάμον 81.56 ἐπιτελέσειν. Οὐκ οἶδα δὲ ἀνθ' οὗ μέλλει, καὶ πε ριορᾷ με ποθοῦσαν. Εἶπέ μοι διὰ Ὠσηέ· "Καὶ μνη στεύσομαί σε ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς, καὶ μνηστεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον." Εἶπέ μοι διὰ Ἡσαΐου· "Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα·" καὶ ἀνα μένω καθ' ἑκάστην ἡμέραν τυχεῖν ἐφιεμένη τῶν ὑποσχέσεων. Ταῦτα αἰνίττεται λέγουσα· "Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ." Καὶ ἵνα μὴ ἀποφαντικῶς ἑρμηνεύσωμεν, φέρε μάρτυρα τῶν εἰρημένων τὸν μακάριον καλέσωμεν Παῦλον. Οὗτος Ἑβραίοις γράφων, καὶ περὶ πίστεως λόγον διεξιὼν, τοιαῦτά φησι περὶ τοῦ Ἀβραάμ· "Πίστει παρῴκη σεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός·" καὶ μετὰ