1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

14

πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου." ∆είκνυσι δὲ ἑαυτὸν οὐ μόνον αὐτῆς συγγενῆ ὄντα κατὰ τὸ ἀνθρώ πινον, ἀλλὰ καὶ Κύριον καὶ ∆εσπότην κατὰ τὴν κε κρυμμένην θεότητα· καὶ τῆς ἀῤῥήτου φιλανθρωπίας αὐτὴν ἀναμιμνήσκων, φησὶν, "Ὅτι αὐτός ἐστι Κύ ριος καὶ Θεός σου, καὶ προσκυνήσεις αὐτῷ." Προ αγορεύει αὐτῇ καὶ τὴν οὐκ εἰς μακρὰν θεωμένην παρά τε βασιλέων καὶ ἀρχόντων προσκύνησιν. "Τὸ πρόσωπόν σου γὰρ, φησὶ, λιτανεύσουσι πάντες οἱ πλούσιοι τοῦ λαοῦ." Πρόσωπον δὲ τῆς Ἐκκλησίας, κατὰ μὲν τὸ ὁρώμενον, τὸ ἱερατικὸν ἀξίωμα, κατὰ δὲ τὸ νοούμενον, αὐτὸς ὁ νυμφίος, ὁ κεφαλὴ αὐτῆς γεγενῆσθαι ἀξιώσας, κατὰ τὴν τοῦ Ἀποστόλου φω 81.65 νήν. Εἶτα τὴν κεκρυμμένην αὐτῆς διηγεῖται δόξαν· "Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν." Ἐπειδὴ κατὰ τὸν μακάριον Παῦλον, "Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·" κατὰ δὲ τὸν παρόντα βίον πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· "Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἐσμέν." ∆ιὰ τοῦτο μέν φησι· "Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθέν ἐστιν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη·" πάλιν κροσσωτὰ χρυσᾶ καὶ ποικίλα τὰ διάφορα λέγων χαρίσματα. Τούτοις γὰρ ἐπιφέρει· "Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπ ενεχθήσονταί σοι, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως." Εὔδη λον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς οἱ μὲν φθάσαντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, κατὰ τὸν μα κάριον Παῦλον, καὶ τῆς ἀρετῆς τὴν τελειότητα κτη σάμενοι, νύμφη προσαγορεύονται· οἱ δὲ μήπω τὴν τηλειότητα φθάσαντες, ἀλλὰ τούτων ὑποδεέστεροι τυγχάνοντες, οἷόν τινες νεάνιδες ἀκολουθοῦσι τῇ νύμφῃ, πᾶσαν εὔνοιαν καὶ φιλοστοργίαν περί τε αὐ τὴν καὶ τὸν νυμφίον ἐπιδεικνύμεναι. "Εἰσ ήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. Ἀγαλλια σώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί." Οὐ γὰρ ζηλοτυποῦσιν, οὐδὲ φθονοῦσιν, ἔξω μείνασαι, καὶ μηδέπω τῆς πα στάδος τυχοῦσαι· ἀλλ' εὐφραίνονται, καὶ ἀγαλλιῶνται, καὶ γάννυνται ἐπὶ τῇ τιμῇ τῆς νύμφης, καὶ ἀρκοῦνται τῷ τῆς ἡδίστης αὐτῆς ἀπολαύειν φωνῆς. ∆ιὸ ἐπάγου σιν· "Ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον." Καὶ ὅπερ αὕτη τῷ νυμφίῳ ἔφη, τοῦτο αὗται τῇ νύμφῃ φασὶ, διὰ τὴν περὶ αὐτὴν εὔνοιαν καὶ στοργὴν, τοῦ νυμφίου τὴν εὔνοιαν ἐπισπώμεναι. Φησὶ γὰρ καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις· "Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται·" καὶ, "Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὑτοῦ." Μαστοὺς δὲ πάλιν τῆς νύμφης αἱ νεάνιδες καλοῦσι τοὺς τῆς διδασκαλίας κρουνοὺς, τοὺς ἁπάσαις ταῖς ἡλικίαις τὰ πρόσφορα προχέοντας νάματα· καὶ ὑπ ισχνοῦνται ἀγαπήσειν τῆς νύμφης τοὺς μαστοὺς ὑπὲρ πᾶσαν ἀνθρωπίνην εὐφροσύνην. Τοῦτο γὰρ τροπικῶς ὁ οἶνος ὀνομάζεται, ὁ εὐφραίνων καρδίαν ἀνθρώ που. Ἔστι δὲ ταῦτα καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Νέᾳ ∆ιαθήκῃ γεγενημένα καταμαθεῖν, καὶ καθ' ἑκά στην δὲ ἡμέραν γινόμενα θεάσασθαι. Ἐν μὲν γὰρ τῇ Παλαιᾷ τοῖς προφήταις ὁ Θεὸς ἀποκαλύπτων τὰ μέλ λοντα, δι' αὐτῶν τοὺς τηνικάδε ἀνθρώπους τὸ δέον ἐδίδασκε. Καὶ οἱ μὲν τῶν ταμιείων καὶ ἀποκρύφων ἀπήλαυον τοῦ Θεοῦ, καὶ ἐξιόντες ἔλεγον τοῖς ἀνθρώ ποις τὰ ἀποκαλυπτόμενα καὶ δηλούμενα. ∆ιὸ καὶ ὁ ∆αβὶδ πρὸς τὸν Θεόν φησι· "Τὰ ἄδηλα καὶ τὰ κρύ 81.68 φια τῆς σοφίας σου ἐδήλωσάς μοι." Οἱ δὲ διὰ τῶν προφητῶν τῶν θείων ναμάτων ἀπολαύοντες, ὡς με σίταις Θεοῦ καὶ ἀνθρώπων τοῖς προφήταις προσεῖ χον· καὶ οἱ ἀπόστολοι δὲ, ὡσαύτως θεόθεν ἐμπνεόμε νοι, τῆς εὐσεβείας τὸ κήρυγμα εἰς ἅπαντας τοὺς ἀν θρώπους τοῦτο διαπορθμεύοντες διετέλεσαν. Καὶ οἱ μὲν ἀπόστολοι τῶν ∆εσποτικῶν ἀπήλαυον ταμιείων· οἱ δὲ τούτων