1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

30

Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μά χαιρα;" καὶ τὰ ἑξῆς. Τοιοῦτόν ἐστι καὶ τό· "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν σταυρῷ τοῦ Χρι στοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κό σμῳ." Τούτοις ἔοικε τὸ ὑπὸ τῆς νύμφης λεγόμενον· "Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ." Σημαίνει δὲ καὶ τίς οὗτος, καὶ τί ποιῶν διατελεῖ, καὶ ποῦ, καὶ πότε, καὶ ἕως πότε. Ὁ ποιμαίνων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις. (ιζʹ.) Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Προσεκτέον, ὅτι πρῶτον μὲν ἑαυτὸν ὠνό μασε κρίνον ὁ νυμφίος, κατὰ τὸ ἀνθρώπινον λέγων, ὅτι "Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμά των." ∆εύτερον δὲ αὐτὴν τὴν νύμφην· "Ὡς κρίνον γὰρ, φησὶν, ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλη σίον μου ἀναμέσον τῶν θυγατέρων." Ἐνταῦθα δὲ καὶ αὐτὴν τὴν πόαν ὠνόμασε κρίνα· "Ὁ ποιμαί νων γὰρ, φησὶν, ἐν τοῖς κρίνοις." Εὐωδίας γὰρ, φησὶ, πλήρης καὶ ἡ προσφερομένη τοῖς προβάτοις τροφή. Καὶ τοῦτο μὲν κατὰ τοὺς Ἑβδομήκοντα νοητέον· ὁ δὲ Σύμμαχός φησιν· "Οἱ ποιμαίνοντες ἄνθη· ὡς εἶναι δηλονότι αὐτοὺς τοὺς ποιμαίνοντας 81.112 ἄνθη, ἃ ἐκάλεσε κρίνα. "Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέ ρα, καὶ κινηθῶσιν αἱ σκιαί." Σκιὰς δὲ καλεῖ τὰ ἀν θρώπινα πράγματα. ∆ιὸ καὶ ὁ μακάριος λέγει ∆αβίδ· "Ὡς σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην." Καὶ πάλιν· "Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ παράγουσι." Καὶ ὁ γενναῖος Ἰώβ· "Σκιὰ γάρ ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς." Οὐδὲν γὰρ μόνιμον, οὐδὲ βέβαιον, οὐδὲ σταθηρὸν, καὶ διαρκὲς, καὶ οἱονεὶ οὐσιῶδες, τοῦ παρόντος βίου τὰ δοκοῦντα τερπνά· οὐ πλοῦτος, οὐ δόξα οὐ δυναστεία, οὐχ ὑγεία σωμάτων, οὐκ εὐμορφία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ σκιώδη τυγχάνει, ταῖς σκιαῖς παραπλησίως διαλυόμενα. Ποιμαίνει τοίνυν ἡμᾶς ὁ νυμφίος, ἕως ἂν τὸ φλογῶδες τῆς ἡμέρας παρέλθῃ καὶ διαπνεύσῃ τῆς σωτηρίας ἡ δρόσος, καὶ κινηθῶσι μὲν αἱ σκιαὶ, φανῇ δὲ τὰ μέλλοντα διαρκῆ καὶ μόνιμον τὴν ὕπαρξιν ἔχοντα. Ἐπεὶ δὲ ὡς μία εἰσὶ τῷ νυμφίῳ νυμφευθεῖσαι αὐτῷ τετελειωμέναι ψυχαὶ, ἑνικῶς πρὸς αὐτὸν ἀποκρινόμεναί φασιν· "Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ·" ἤγουν, Ὁ ἀγαπητός μου ἐμοὶ κατ' εἰκόνα ὁρᾶται, κἀγὼ αὐτῷ ζῶ, καὶ οὐκ ἐμαυτῇ, κατὰ τὸν μέγαν Ἀπόστολον· "Ὁ ποιμαίνων ἐν τοῖς κρίνοις· ἤγουν, "Ὁ διέπων διὰ τῶν ἁγίων αὐτοῦ ἐντολῶν, ἐν ταῖς μὴ συμπνιγομέ ναις κατὰ τὰς βιωτικὰς φροντίδας διδασκάλοις ψυχαῖς, τὰ λογικὰ πρόβατα, ἅπερ εἰσὶν οἱ παρ' αὐτῶν διδα σκόμενοι. "Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶ σιν αἱ σκιαί·" δηλαδὴ, μέχρις ἂν ἐπιστῇ ἡ κατὰ τὸν μέλλοντα ὁλολαμπὴς ἡμέρα καὶ ἄσκιος, καὶ πάντα τὰ παρόντα, ἅπερ εἰσὶν αἱ σκιαὶ τῶν μελλόντων, παρέλ θωσι· καθ' ἣν ἡμέραν τὴν ἑαυτοῦ ποίμνην ὁ ποιμὴν ὁ καλὸς εἰς τὰς αἰωνίους ἀναπαύσει μονάς. "Ἀπόστρε ψον, ὁμοιώθητι σὺ, ἀδελφιδέ μου, τῷ δόρκωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη κοιλωμάτων." Προτρέ πει δὲ τὸν νυμφίον ἐνταῦθα τοῖς προειρημένοις ἐοι κότα ζώοις ἐπιβῆναι τῶν ἐν τοῖς κοιλώμασιν ὀρῶν, βουλομένη πάντας αὐτοῦ τῆς συνουσίας ἀπολαύειν. "Ὄρη δὲ κοιλωμάτων" ἐνταῦθα προσαγορεύει τοὺς ἐν μέσῳ κοίλων τινῶν καὶ ταπεινῶν τὴν διάνοιαν ὑπερανεστηκότας, καὶ ὑψηλῷ φρονήματι κεχρημέ νους· καὶ παρακαλεῖ καὶ τούτους ἀπολαῦσαι τῆς τοῦ νυμφίου παρουσίας· ὃ καὶ πεποίηκε τῶν τῆς νύμφης ἀκούσας ἱκετειῶν. Μονωθεῖσα οὖν ἡ νύμφη δυσχε ραίνει καὶ ἀνιᾶται, καὶ διηγεῖται ταῖς νεάνισι τὸ πά θος, καί φησιν· ΚΕΦΑΛ. Γʹ. Στίχ. αʹ. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν. Ἐπεκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ 81.113 μου.