1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

44

Κύριος ὑμῶν ἔρχεται." Ταύ την δὲ καὶ ὁ μακάριος Παῦλος προσφέρει τὴν συμ βουλὴν, λέγων· "Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε, πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω." Ἐγρηγορυῖα τοίνυν ἡ νύμφη, καίτοι καθεύ δει τὸν σωματικὸν ὕπνον, ἐν ἀπολαύσει γίνεται τῆς φωνῆς τοῦ νυμφίου, καὶ τῶν κρουμάτων τῆς θύρας ἀκούει· τίνες δὲ αἱ θύραι τῆς ψυχῆς, ἀλλ' ἢ τοῦ σώματος αἱ αἰσθήσεις, δι' ὧν ἡ νύμφη τὸν νυμφίον εἰσδέχεται οὐ μόνον κρούοντα, ἀλλὰ καὶ ἀνοιγῆναι αὐτῷ τὴν θύραν παρακαλοῦντα; "Ἄνοιξον γάρ μοι, φησὶν, ἀδελφή μου, ἡ πλησίον μου, περι στερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός." Σημαίνει δὲ διὰ μὲν τῆς νυκτὸς τὴν ἐν νυκτὶ γενο μένην αὐτῷ ὑπὸ τῶν Ἰουδαίων ἐπανάστασιν· διὰ δὲ τῆς δρόσου, καὶ τῶν ψεκάδων, τὸν τριήμερον 81.152 θάνατον, ὃν οἱ βόστρυχοι τῆς κεφαλῆς, καὶ οὐκ αὐτὸς ὑπεδέξατο. Ἐπειδὴ τοίνυν, φησὶ, τὸν ὑπὲρ σοῦ θάνα τον κατεδεξάμην, καὶ διὰ σὲ ταῦτα ὑπέμεινα, ἄνοιξόν μοι, καὶ ὑπόδεξαί με· ἀγαπῶ γάρ σου τὴν πνευμα τικὴν εὐμορφίαν, καὶ τὴν ἐν ἀρετῇ τελειότητα. ∆ιὸ καὶ ἀδελφήν μου καλῶ, καὶ πλησίον μου, καὶ περιστεράν μου, καὶ τελείαν μου. Τελείαν μὲν, ὡς τὴν ὑπ' ἐμοῦ νομοθε τηθεῖσαν τελειότητα τελοῦσαν· ἐγὼ γὰρ ἔφην· "Γί νεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι." Καὶ πάλιν· "Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ λαβὼν τὸν σταυρόν σου, ἀκολούθει μοι." Περιστερὰν δέ μου καλῶ, ὡς πνευματικὴν γενομένην, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδυσαμένην σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ πνευματικῶς ὁρᾷν δυναμένην. Πλησίον δέ μου, ὡς κατ' ἴχνος μου βαίνουσαν, καὶ ἐγγίζειν μοι ἐπιθυμοῦσαν· ἐγὼ γὰρ ἔφην· Ἐγγίσατέ μοι, καὶ ἐγγιῶ ὑμῖν·" καλῶ δὲ καὶ ἀδελφήν μου· οὐ διὰ τὸ συγγενὲς μόνον τῆς φύσεως, ἧς ἀνέλαβον, ἀλλὰ καὶ διὰ τὴν τῆς εὐσεβείας οἰκειότητα. Τῶν ἄνωθεν οὖν ῥημάτων ἡ νύμφη ἀκούουσα, ἀποκρίνεται λέγουσα· γʹ. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύ σομαι αὐτόν; Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; ∆ιδασκόμεθα ἐντεῦθεν, ὅσην τίκτει βλάβην, καὶ ὅσον ἐπιφέρει πόνον τοῖς χρωμένοις ὁ ὄκνος· ἀναβολαῖς γὰρ ἡ νύμφη χρησαμένη, καὶ εὐ θὺς ἀνοῖξαι τῷ νυμφίῳ τὴν θύραν οὐ βουληθεῖσα, ἀναγκάζεται μετὰ βραχὺ, οὐ μόνον μέχρι τῆς θύρας βαδίζειν, ἀλλὰ καὶ εἰς τὴν πόλιν τρέχειν, καὶ εἰς τὰς ἀγορὰς περινοστεῖν, καὶ περιπεσεῖν φύλαξί τισι, παρ' ὧν καὶ τὰ τραύματα λαμβάνει, καὶ μόλις εὑρίσκει τὸν ποθούμενον νυμφίον. Εἰ δὲ εὐθὺς ὑπήκουσε τῷ καλέσαντι, τούτων ἂν ἁπάντων ἀπηλλάγη τῶν πόνων· νῦν δέ φησιν· "Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;" Καὶ μὴν οὐ τοῦτο αὐτῇ ὁ νυμφίος παρακελεύεται· οὔτε γὰρ βούλεται αὐτὴν ἀπεκδυσα μένην τὸν παλαιὸν ἄνθρωπον πάλιν αὐτὸν ἐνδύσασθαι, οὔτε θέλει νιψαμένην αὐτὴν τοὺς πόδας, καὶ τῶν ἁγίων αὐτοῦ χειρῶν ἀπολαύσασαν, πάλιν τούτους μολῦναι· ἀλλ' ἀνοῖξαι αὐτῷ ἀπόνως καὶ ἀμολύντως, ἢ τῆς ἀκοῆς, ἢ τοῦ ὀφθαλμοῦ τὴν θύραν· ἵνα ἢ διὰ γνώσεως, ἢ δι' ἀκροάσεως εἰσελθὼν ὁ νυμφίος ταῖς ἡγιασμέναις ἐνοικήσῃ ψυχαῖς. Καὶ ἐπειδὴ ἀνεβάλ λετο ἐκείναις ταῖς προφάσεσι χρησαμένη, ἑτέρως αὐτὴν ὁ νυμφίος διεγείρει, οὐκ ἔτι κρούων ἔξωθεν μόνον, ἀλλὰ καὶ τὴν χεῖρα διά τινος ὀπῆς εἰσάγων· χεῖρα δὲ νοοῦμεν τὴν αἴσθησιν τῆς ἁφῆς, καὶ τὴν θείαν αὐτοῦ ἐνέργειαν, ἧς αὐτὴν ἐν αἰσθήσει πε ποίηκεν, ὡς βοῆσαι· δʹ-ζʹ. Ἀδελφιδοῦς μου χεῖρα αὐτοῦ ἀπέστειλε διὰ τῆς ὀπῆς· καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτοῦ. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· 81.153 χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. Ἤνοιξα ἐγὼ τῷ