1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

22

κάλλος τῶν θυγατέρων, αἳ οὕτω μὲν προσαγορεύονται διὰ τὸ τῆς κλήσεως ἀξιωθῆ ναι, τοῦ δὲ ἐκλεκταὶ εἶναι ἑαυτὰς ἀπεστερήκεισαν. "Πολλοὶ γὰρ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί." 81.88 Τούτῳ δὲ ὀνόματι καὶ ὁ προφήτης Ἡσαΐας ὀνομά ζει τὴν νύμφην λέγων· "Εὐφράνθητι, ἔρημος διψῶσα· εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον·" ἔρη μος γὰρ ἦν πρότερον, καὶ ἄκαρπος, καὶ ἄνυδρος ἡ νύμφη προσαγορευομένη, καὶ κλίνην οὐκ ἔχουσα σύ σκιον· ἐδίψα δὲ τὸν νυμφίον· διὸ καὶ βοᾷ· "Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ." Καὶ τοῦτο ὁ προφήτης εἰδὼς, πνευματικὸς γὰρ ἦν, ἔλεγεν· "Εὐ φράνθητι, ἔρημος διψῶσα, εὐφρανθήτω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον." ∆ιὰ τοῦτο καὶ ὁ νυμφίος φησὶ πρὸς αὐτήν· "Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕ τως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων." Καὶ ἔοικεν ἐνταῦθα τὰς τῶν αἱρετικῶν ἐκκλησίας θυγατέρας καλεῖν, διὰ τὴν αὐτοῦ κλῆσιν, καὶ οὐ διὰ τὴν ἐκείνων προαίρεσιν. Κἀκείνας μὲν ἀπεικάζει ἀκάνθαις, ταύτην δὲ κρίνῳ εὐώδει, τῷ καὶ ἔξωθεν λαμπρότητα ἔχοντι, καὶ τὸ χρυσοειδὲς ἄνθος ἐν μέσῳ περικειμένῳ. Τοιαύτη δέ ἐστιν ἡ τὴν τῆς δικαιοσύνης λαμπρότητα περικειμένη ψυχὴ, καὶ τὸ πνευματικὸν τῆς σοφίας καὶ τῆς γνώσεως χάρισμα ἔνδον ἐν τοῖς ταμείοις κρυπτόμενον περιφέρουσα. Ἀμείβεται τὸν νυμφίον ἡ νύμφη, καί φησι πρὸς αὐτόν· γʹ. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕ τως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρ πὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Πολλὴ δὲ ἡ διαφορὰ τοῦ μήλου πρὸς τὸ κρίνον· τὸ μὲν γὰρ μό νην τὴν ὄψιν, καὶ τὴν ὄσφρησιν εὐφραίνει, τὸ δὲ μῆλον πρὸς τῇ ὄψει, καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει ἡδονὴν τοῖς βουλομένοις παρέχει. Ἐδώδιμον γάρ ἐστι, καὶ ἐσθίεται· διὰ τοῦτο ἡ μὲν νύμφη κρίνον ὀνομά ζεται, ὁ δὲ νυμφίος μῆλον. Ὁ μὲν γὰρ ἐσθίεται καὶ γίνεται τροφὴ τῇ νύμφῃ· ἡ δὲ οὐκ ἐσθίεται, ἀλλὰ μόνην ἔχει τὴν εὐοσμίαν· διὰ τοῦτό φησιν· "Ὡς μῆ λον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν." Υἱοὺς δὲ προσαγορεύει, ὥσπερ ἐκεῖ θυγατέρας, τοὺς τῆς μὲν κλήσεως ἀξιωθέντας, ἀναξίους δὲ σφᾶς αὐτοὺς καταστήσαντας τῆς ἐκλο γῆς· οὓς ἐοικέναι ξύλοις δρυμοῦ, καὶ δένδροις ἀκάρ ποις ἡ νύμφη φησίν. Τὸν δὲ νυμφίον ὀνομάζει μῆλον, ὃ καὶ τῇ ἁφῇ λεῖον, καὶ τῇ γεύσει ἡδὺ, καὶ τῇ ὀσμῇ εὐῶδες, καὶ τῇ ὄψει τερπνότατον καὶ χαριέστατον, καὶ τῇ ἀκοῇ ἥδιστον· ἅμα γὰρ τῷ ἀκοῦσαι πάσας τῷ λόγῳ τὰς αἰσθήσεις προσφέρομεν. Τοιοῦτος δὲ ὁ ∆ε σπότης ἡμῶν, καὶ Σωτὴρ, καὶ νυμφίος, πάσας ἡμῶν ἑστιῶν τὰς αἰσθήσεις τυγχάνει. Ἐν τῇ τούτου σκιᾷ λέγει ἡ νύμφη ἐπιθυμῆσαι καθίσαι, καὶ τοῦτο πε ποιηκέναι· μετὰ δὲ ταῦτά φησι καὶ τοῦ καρποῦ με ταλαβεῖν, καὶ γλυκύτατον τοῦτον ἐν τῷ λάρυγγι φα νῆναι· βούλεται γὰρ φυγεῖν τὰς τῆς κακίας ἀκτῖνας συγκαίειν ἐπισταμένας, ἵνα μὴ πάλιν γένηται μέ λαινα· σκιὰ δὲ τοῦ νυμφίου τὰ νῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, κατὰ τὸν μακάριον Παῦλον, φαινόμενα· "Ἄρτι μὲν γὰρ, φησὶν, βλέπω ὡς ἐν ἐσόπτρῳ, καὶ ὡς 81.89 ἐν αἰνίγματι· τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην·" διὰ τοῦτό φησιν· "Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου." Καὶ γὰρ ὑπὸ τὴν σκιὰν καθημένη τρυγῶ τὸν καρπὸν, καὶ τούτου μεταλαμ βάνω· καὶ μαρτυροῦσιν οἱ μεμυημένοι, τοῖς τοῦ νυμφίου μέλεσιν ἐντρυφῶντες. δʹ, εʹ. Εἰσαγάγετε με εἰς οἶκον τοῦ οἴνου· τάξατε ἐπ' ἐμὲ ἀγάπην. Στηρίξατέ με ἐν μύ ροις· στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Οἶκον δὲ οἴνου καλεῖν αὐτὴν ἡγοῦμαι τὰς θείας ληνοὺς, περὶ ὧν ὁ προφήτης φησίν· "Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου." -"Ὑπὲρ γὰρ τῶν ληνῶν" τὸν ψαλμὸν ὀνομάσας ταῦτα ἐπήγαγε· διδάσκων,