1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

56

μὲν γάρ εἰσι πανηγυρικοὶ, αἱ δὲ στρατιωτικαί. Ἐναντίον δὲ πο λέμῳ πανήγυρις. Ἀλλ' αὕτη ἡ νύμφη, ἡ ἐκ πολλῶν ἁγίων συγκεκροτημένη, καὶ παρεμβολαῖς ἔοικε διὰ τὸ ἀνδρεῖον αὐτῆς καὶ γενναῖον φρόνημα καὶ τὴν στρατιωτικὴν πανοπλίαν· καὶ χορός ἐστι τὴν θείαν ὑμνῳδίαν ἐν τῷ στόματι φέρων. Καὶ τοῦτο μὲν ὁ μα κάριος ∆αβὶδ δηλοῖ λέγων· "Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Καὶ πάλιν· "Συστή 81.185 σασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κερά των τοῦ θυσιαστηρίου." Τὰς δὲ παρεμβολὰς ὁ μακάριος Παῦλος ὑποδείκνυσι φάσκων· "Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαί ρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." Καὶ πάλιν· "Ἀναλάβετε, φησὶ, τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ πάντα κατεργασάμενοι στῆναι." Χορηγεῖ δὲ τοῖς στρατιώταις, οἷόν τις στρατηγὸς, καὶ τὰ ὅπλα, καί φησι· "Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· καὶ ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω μένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ." Ὅτι δὲ οὐ μόνον παρεμβολαῖς ἐοίκασιν οἱ ἅγιοι, ἀλλὰ καὶ χοροῖς, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· "Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐ ρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμ πάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου." Εἰκότως τοίνυν ὁ νυμφίος φησὶν, ὅτι "Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβο λῶν;" Καὶ οὐκ εἶπεν, αἱ παρεμβολαὶ τῶν χορῶν, ἀλλ', "οἱ χοροὶ τῶν παρεμβολῶν." Ὑπὸ γὰρ τῶν παρεμβολῶν γίνονται χοροὶ, καὶ νικῶντες ἐν ταῖς παρεμβολαῖς οἱ τῆς ἀρετῆς ἀθληταὶ παιανίζοντες ἐπανέρχονται, καὶ χορεύοντες τὸν ἐπινίκιον ὕμνον ᾄδουσιν. Ταῦτα πρὸς τοὺς διακόνους εἰρηκὼς ὁ νυμφίος, πρὸς τὴν νύμφην τρέπει τὸν λόγον, καί φησι· "Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, θύγατερ Ναδάβ!" Ὁ μὲν Ἀκύλας "ἄρχοντος" εἶπεν· ὁ δὲ Σύμμαχος, "ἡγεμόνος." Τίς δ' ἂν εἴη ἕτερος οὗτος ὁ ἡγεμὼν, ἢ ὁ ἄρχων, ἢ ὁ παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον; Ὃς καὶ ἐν τῷ μδʹ ψαλμῷ φησι πρὸς αὐτήν· "Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ λους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου." Ὅτι δὲ καὶ τὴν τοῦ ἡγεμόνος ἔχει προσηγορίαν τὸ Πνεῦμα τὸ ἅγιον, ὁ μακάριος διδάσκει ∆αβὶδ λέγων· "Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με." Ἐπαινεῖ τοίνυν ὁ νυμφίος πρῶτον τῆς νύμφης τὰ διαβήματα εὐθέα ὄντα, καὶ τὴν βασιλικὴν ὁδὸν ὁδεύοντα, καὶ καλῶς ἐν τοῖς ὑποδήμασι λάμποντα. Τίνα δὲ τὰ ὑποδήματα, ἐδί δαξεν ἡμᾶς ὁ μακάριος Παῦλος λέγων· "Ὑποδησά μενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης." Τούτων δὲ τῶν ποδῶν τὸ κάλλος καὶ ὁ 81.188 προφήτης Ἡσαΐας προορῶν ἔλεγεν· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγ γελιζομένων ἀγαθά!" Τοῖς αὐτοῖς ῥήμασι καὶ ὁ νυμ φίος ἐν τῷδε τῷ συγγράμματι κεχρημένος φησί· "Τί ὡραιώθησαν διαβήματά σου, θύγατερ Ναδάβ!" Ἵνα δὲ μὴ μόνον ἀπὸ τῆς ἑρμηνείας τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος λάβωμέν τινα θεω ρίαν, φέρε ζητήσωμεν τίς ὁ Ναδάβ. Υἱὸς Ἀαρὼν ἐγένετο· πῦρ δὲ ἀλλότριον εἰς τὴν τοῦ Θεοῦ σκηνὴν εἰσενεγκὼν, τὸ τέλος τοῦ βίου ἐδέξατο. Εὑρίσκομεν τοίνυν καὶ τοῦ Κυρίου τὴν νύμφην, τὴν Ἐκκλησίαν φημὶ, οὐ τὸ νομικὸν πῦρ, ἀλλὰ τὸ καινὸν εἰς τὴν θείαν εἰσενεγκοῦσαν σκηνήν. Ἔλαβε δὲ τοῦτο τὸ πῦρ παρ' αὐτοῦ τοῦ νυμφίου. "Πῦρ γὰρ ἦλθον βαλεῖν εἰς τὸν κόσμον· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;" Τοῦτο τὸ