1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

3

ἀνακεκαλυμ μένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρισθῆναι· 81.33 ἀλλὰ σαρκικῶς νενοηκότες τὰ εἰρημένα, εἰς ἐκείνην τὴν βλασφημίαν ἐξώκειλαν. Ἔδει δὲ αὐτοὺς συν ιδεῖν, ὅτι καὶ ἐν τῇ Παλαιᾷ πολλὰ τροπικῶς ἡ θεία λέγει Γραφή· καὶ ἑτέροις ὀνόμασι κεχρημένη, ἕτερα δὲ διὰ τούτων σημαίνει. Περὶ γὰρ τοῦ Βαβυλωνίου διηγουμένη, οὔτε τὸ κύριον ὄνομα τέθεικεν, οὔτε τὸ κοινὸν τῆς φύσεως· οὔτε γὰρ Ναβουχοδονόσωρ ὠνό μασεν, οὔτε ἄνθρωπον προσηγόρευσεν· ἀλλά φησιν· "Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων· ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε." Καὶ οὐδεὶς πώποτε τὸν ἀετὸν, ἀετὸν ἐνόησεν, οὔτε τὸν Λίβανον, Λίβα νον, οὔτε τὴν κέδρον, κέδρον· ἀλλ' ἀετὸν μὲν τὸν βασιλέα, ἐπειδὴ καὶ τὸ ζῶον βασιλικόν· μεγαλο πτέρυγον δὲ, διὰ τὸ πλάτος τῆς βασιλείας· πλήρη δὲ ὀνύχων, διὰ τὸ πλῆθος τῆς στρατιᾶς. Ἥγημα δὲ αὐτὸν ἔχειν ἔφησε, διὰ τὸ θείῳ νεύματι ἀγόμενον πεποιηκέναι ἃ πεποίηκε. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ προσηγόρευσε, διὰ τὸ δασὺ καὶ πυκνὸν τῶν πνευμα τικῶν χαρισμάτων. Ἁπαλὰ δὲ τῆς κέδρου, τοὺς ἁβροὺς καὶ τρυφῇ προσέχοντας, καὶ ἐν ἀξιώμασι διαπρέποντας. Καὶ ταῦτα οὕτω νοεῖν, οὐ μόνον τοῖς τῆς εὐσεβείας τροφίμοις, ἀλλὰ καὶ Ἰουδαίοις σύν ηθες, τοῖς παχύτερον καὶ σαρκικώτερον τὰς θείας νοοῦσι Γραφάς. Καὶ ὁ μακάριος δὲ Ζαχαρίας· "∆ι άνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος." Καὶ οὔτε Λίβανον νοοῦμεν τὸν Λίβανον, οὔτε κέδρους τὰς κέδρους, οὔτε πῦρ τὸ πῦρ, οὔτε πίτυς τὰς πίτυς· ἀλλὰ πῦρ μὲν πάλιν τὸν Βαβυλώ νιον, ὃν ὁ Ἐζεκιὴλ ἀετὸν προσηγόρευσε· Λίβα νον δὲ, τὴν Ἱερουσαλήμ· κέδρους δὲ, τοὺς ἐπὶ πλούτῳ βριθομένους, καὶ ἐν ἀξιώμασι λαμπρυνομένους· πίτυς δὲ τοὺς τούτων ὑποδεεστέρους. ∆ιὸ ἐπάγει· "Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος," ὅτι μεγά λως μεγιστᾶνες ἐταλαιπώρησαν. Καὶ τί δεῖ πάντα καταλέγειν, ὅσα τροπικῶς ἡ θεία λέγει Γραφή; Τ' ἄλλα τοίνυν καταλιπόντες, φέρε δείξωμεν τὸν τῶν ὅλων Θεὸν, καὶ ἐν τῇ Παλαιᾷ, ὡς γυναικὶ τῇ τῶν Ἰουδαίων πληθύϊ διαλεγόμενον, καὶ τοιούτοις ὀνόμασι μελῶν κεχρημένον, ὁποίοις ὁ Σολομὼν περὶ ταύτης τῆς νύμφης συγγράφων ἐχρήσατο. Φησὶ τοίνυν πρὸς τὸν Ἐζεκιὴλ ὁ τῶν ὅλων Θεός· "Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς· καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύ ριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία· καὶ ἡ γένεσίς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου, καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου· καὶ ἐν ὕδατι οὐκ ἐλούσθης 81.36 εἰς σωτηρίαν, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργά νοις οὐκ ἐσπαργανώθης· οὐδὲ ἐφείσατο ὁ ὀφθαλμὸς ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. Καὶ διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε, πεφυρ μένην ἐν τῷ αἵματί σου. Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵ ματός σου ζωὴ, πληθύνου· καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. Καὶ ἐπληθύνθης, καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων. Οἱ μαστοί σου ἀνωρθώθη σαν, καὶ ἡ θρίξ σου ἀνέτειλε. Σὺ δὲ ἦς γυμνὴ, καὶ ἀσχημονοῦσα. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ δι επέτασα τὰς πτέρυγάς μου ἐπὶ σοὶ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου. Καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐγέ νου μοι. Καὶ ἔλουσά σε ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ· καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐνέδυσά σε ποικίλα· καὶ ὑπέδησά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχάπτῳ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου· καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχί σκους ἐπὶ τὰ ὦτά σου, καὶ