1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

123

βιβλίῳ τὰ ῥήματα. ἡμεῖς δὲ ἐν πᾶσι τοῖς Ἑλληνικοῖς ἀντιγράφοις οὕτως εὑρηκότες γεγραμμένην τὴν βίβλον πάντα τὰ ἐγγεγραμμένα οὕτω δεχόμεθα ὡς παρὰ τῶν πατέρων εἰλήφαμεν. 392 Αἱ λέξεισ 42, 12 ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν. τὰ μὲν πρῶτα οὐκ ἆθλα ἀρετῆς ἐδέδοτο τῷ Ἰὼβ, ἀλλ' ἵνα ἐν αὐτοῖς ἐγγυμνασθῇ, καὶ ἦν ὁ πλοῦτος αὐτῷ τῶν ἀγωνισμάτων ὑπόθεσις. ἐπειδὴ δὲ ἠγωνίσατο καὶ διδάσκαλος ἅπασι γέγονεν, ὅπως προσήκει τῷ πλούτῳ χρήσασθαι, εἶτα καὶ ἀφαιρεθεὶς τῶν ὑπαρχόντων ἐν τοῖς τῆς πενίας νομίμως ἠγωνίσατο σκάμμασιν, γέρα τῆς ἀρετῆς τὸν διπλασιασμὸν τῶν ὑπαρχόντων ὁ μέγας ἀγωνοθέτης αὐτῷ δίδωσιν. 42, 1213 ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. τὰ μὲν τῶν ἀλόγων ὡς ἀπολομένων διπλᾶ δέδοται. ἐπειδὴ δὲ οἱ παῖδες οἱ ἀποθανόντες οὐκ ἀπώλοντο, ἀλλὰ ζῶσι θεῷ, οὗτοι τοῖς προτέροις ἰσάριθμοι δέδονται, ὡς ἂν καὶ παῖδας ἀπολάβοι τῶν προτέρων διπλοῦς ζώντων μὲν τῶν προαπελθόντων, τῶν δὲ δευτέρων ἐπιγενομένων. 42, 14 καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν. οἶμαι τὸν μακάριον Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ταῖς θυγατράσι τεθηκέναι τὰς προσηγορίας. διὸ τὴν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν κακῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης θεόθεν αὐτῷ δοθείσης εὐημερίας. 42, 14 τὴν δὲ δευτέραν Κασίαν. 393 ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγαθῶν γινόμενος, οὕτω τὴν δευτέραν ἐκάλεσεν. 42, 14 τὴν δὲ τρίτην Ἀμαλθείας κέρας. ὡς πάντων λοιπὸν πανταχόθεν περιρρεόντων αὐτῷ τῶν ἀγαθῶν οὕτω τὴν τρίτην ἐκάλεσεν. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν τῶν ἀγαθῶν ἀφθονίαν ἐκάλουν. ἐκ μὲν ποίας αἰτίας οὐκ ἔχω λέγειν· Ἕλληνες δὲ μύθους πλάττοντες λέγουσιν αἶγά τινα γεγενῆσθαι τὴν Ἀμάλθειαν, ῥεῖν δὲ ἀπὸ τοῦ κέρατος τῆς αἰγὸς οἶνον, μέλι καὶ γάλα καὶ ὅτι ἂν ἐπιζητήσῃ. ἐγὼ δὲ πιθανώτερον ἀναπλάττω μῦθον ὡς ἐοικέναι τῇ ἀληθείᾳ· φημὶ γὰρ τὴν αἶγα τὴν λεγομένην Ἀμάλθειαν τὴν γῆν ἀνορύττουσαν τῷ κέρατι θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ αἰπόλον πλούσιον εὐθὺς ἐκ πένητος ἀναφανῆναι καὶ οὕτω τῆς Ἀμαλθείας τὸ κέρας εἰς παράστασιν εὐδαιμονίας πρὸς ἀνθρώπων ὀνομάζεσθαι. ἔστι δὲ καὶ ἄλλους μυρίους ἀναπλάσαι μύθους τῶν Ἑλληνικῶν πιθανωτέρους, ἀλλ' οὐ σχολή γε τοῖς τῆς ἀληθείας ἐπιμεληταῖς τούτοις προσέχειν τὸν νοῦν. ἴσμεν δὲ μόνον, ὅτι ἐκ παλαιοῦ τῆς Ἀμαλθείας τὸ κέρας εἰς δήλωσιν ἀφθόνων ἀγαθῶν ἐκλαμβάνεται, ὥστε 394 κἂν σειρήνων ἡ γραφὴ μέμνηται, κἂν κοιλάδος Τιτάνων, κἂν Γιγάντων τῶν ἀπ' αἰῶνος ὀνομαστῶν, οὐκ, ἐπειδή τινα περὶ τούτων Ἕλληνες μυθολογοῦσιν, τὰ τῆς ἱερᾶς ἀθετοῦμεν γραφῆς ῥήματα, ἀλλ' ἐκείνοις μὲν τοὺς μύθους καὶ τὰ πλάσματα καὶ τὰ γραώδη σοφίσματα καταλιμπάνομεν, ἡμεῖς δὲ πανταχοῦ τῆς ἀληθείας μεταποιούμεθα πανταχόθεν ἑαυτοῖς ἐκ τῆς θεοπνεύστου γραφῆς τὰ ψυχωφελῆ ποριζόμενοι. εἰ δὲ δεῖ τι καὶ πνευματικὸν θεωρῆσαι ἐν τοῖς τόποις· ὅταν ὁ φωσφόρος τοῦ θεοῦ λόγος ἐν ταῖς καρδίαις ἡμῶν ἀνατείλῃ, ἡμέρα ἡμῖν ἐπιλάμπει, προκόπτοντες δὲ Χριστοῦ εὐωδία γινόμεθα, περὶ οὗ γέγραπται· σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, αὐξανομένοις δὲ καὶ εἰς τελείωσιν ἐρχομένοις τότε καὶ Ἀμαλθείας κέρας ἡμῖν ἐγγίνεται ἡ τῶν πνευματικῶν χαρισμάτων ἀφθονία. εἰ δὲ καί τινα μυστικώτερον ἔχουσι λόγον τὰ γεγραμμένα, τοῖς διαβατικώτερον καὶ ὑψηλότερον θεωρεῖν δυναμένοις καταλιμπάνομεν. 42, 15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν. καὶ τοῦτο πατέρων εὐδαιμονία, τὸ τέκνα ὡραῖα καὶ εὐπρόσωπα κεκτῆσθαι. καὶ γὰρ καὶ τῆς Σάρας ἐπαινεῖ τὴν ὄψιν ἡ γραφὴ καὶ τοῦ 395 Ἰωσὴφ καὶ τοῦ ∆αυίδ. νόει μοι δὲ τὸ κάλλος καὶ κατὰ ψυχήν, ὥστε τὸ βελτίους ἐπί τε ψυχῆς καὶ σώματος ἐκλαμβάνεσθαι. πρὸς δὲ διάνοιαν τρεῖς τινες ἀριστεῖαι τῷ Ἰὼβ γεγόνασιν, καθ' ἃς μέχρι τῶν καιρῶν ἐκείνων