1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

45

γὰρ αὐτὸς πρῶτος ἀντικατέστη τῷ Ἰώβ, εἶτα ὁ Βαλδάδ, καὶ μετ' ἐκεῖνον ὁ Σωφάρ, κατὰ τὴν προσήκουσαν τοίνυν τῶν λόγων διαδοχὴν πάλιν αὐτὸς ἵσταται πρὸς τὰ εἰρημένα καί φησιν· Αἱ λέξεις 15, 23 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρὸς ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις οἷς οὐδὲν ὄφελος. συνέσεως πνεῦμά φησιν τὴν γνῶσιν τοῦ πνεύματος. τοῦτο οὖν ἐντρεπτικῶς λέγει πρὸς τὸν Ἰὼβ ὅτι· ὁ τέλειος σοφὸς οὐδέποτε ἐπιδεικτικῶς προφέρει τὴν γνῶσιν τοῦ πνεύματος, ἀλλ' οὐδὲ ὡς ζηλωτὴς τῆς ἀληθείας καὶ ὥσπερ πληττόμενος ὑπὸ τοῦ ἀληθοῦς τὴν γαστέρα προφέρει λόγους ἀνωφελεῖς. τοῦτο γὰρ σοφὸς οὐ ποιεῖ, ὅπερ σὺ πεποίηκας. δύο τοίνυν κατηγορεῖ τοῦ Ἰώβ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν, ἔπειτα ὅτι· ἃ ἐλάλησας ὡς ἐλέγχων ἡμᾶς καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείαςτοῦτο γὰρ δηλοῖ τὸ ἐνέπλησε πόνον γαστρός, ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς ἔστι δὲ καὶ οὕτω νοῆσαι· πότε, φησίν, σοφός, ὦ Ἰώβ, οὕτως ἀποκρίνεται ὡς ἄλλων τὰς ψυχὰς πληρῶσαι πόνουγαστέρα γὰρ τὴν ψυχὴν λέγει ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶνκαίτοιγε 138 διὰ ῥημάτων μηδεμίαν ἐχόντων ὄνησιν; ἵνα εἴπῃ ὅτι· ἔπληξας ἡμᾶς οὕτω διαλεχθεὶς καὶ ματαίους προκομίσας λόγους, ὅπερ σοφὸς οὐ ποιεῖ. 15, 4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἐναντίον κυρίου; ἀπετόλμησας, φησίν, καὶ ἀφόβως ἐλάλησας πρὸς τὸν θεὸν θελήσας κρίνεσθαι. τρόπῳ δὲ θεοσεβείας ὡς τοῦ θεοῦ ἔκδικοι ταῦτα λέγουσιν οἱ περὶ τὸν Ἐλιφάζ. 15, 56 ἔνοχος εἶ ῥήμασι στόματός σου οὐδὲ ἔκρινας ῥήματα δυναστῶν. ἐλέγξει σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσαισάν σε. δυναστῶν λέγει τῶν σοφῶν, ἢ τῶν πρὸ αὐτοῦ παλαιοτέρων ἢ καὶ τῶν προειρηκότων φίλων. μὴ κατανενοηκώς, οὖν φησιν, μηδὲ διακρίνας τὰ τῶν ἐν σοφίᾳ δυνατῶν ῥήματα οὕτως ἐλάλησας, ὡς μὴ ἀλλαχόθεν, ἀλλ' ἐκ τῶν σῶν λόγων καταδικάζεσθαι. 15, 79 τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης, ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δέ σε ἀφίκετο σοφία; τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς; μὴ πρὸ πάντων, φησίν, ἐγένου καὶ πρὸ αὐτῆς τῆς κτίσεως, ἢ μετὰ σοῦ ὁ θεὸς συνετάξατοἀντὶ τοῦ· ἐβουλεύσατο, ἢ μύστης τῆς αὐτοῦ σοφίας γέγονας; τί δὲ καὶ πλέον ἡμῶν ἐπίστασαι; 15, 10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν πρεσβύτερος τοῦ πατρός σου ἡμέραις. 139 ἀλλὰ τί λέγεις, φησίν, ὅτι ὁ χρόνος σε σοφώτερον κατεσκεύασεν; ἀλλ' ἔστι τις ἐξ ἡμῶν τῶν τριῶν τυχὼν οὐ μόνον σου, ἀλλὰ καὶ τοῦ πατρός σου παλαιότερος. ἢ καὶ τοῦτο λέγει· δῶμεν, φησίν, ὅτι καὶ παλαιὸς εἶ καὶ τοῦ σοῦ πατρὸς πρεσβύτερος, ὅπερ ἀμήχανον, ἆρα ἀπὸ τοῦ χρόνου σε προσήκει μεγαλαυχεῖν; 15, 11 ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι· μεγάλως ὑπερβαλλόντως λελάληκας. ἴσθι τοίνυν, ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων ἐλαφρῶς ἐτιμωρήθης. εἶτα, ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτοῦ πειρᾶται κρίνειν καί φησιν· 15, 1213 τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, ὅτι θυμὸν ἔρρηξας ἐναντίον κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; ὀφθαλμούς φησιν τὸ νοητικὸν καὶ ὁρατικὸν τῆς ψυχῆς. πῶς οὖν, φησίν, ἐτόλμησας τῇ διανοίᾳ σου οὕτως ἀρθῆναι καὶ μετ' ὀργῆς ὡς ἄδικα πάσχων πρὸς θεὸν διαλεχθῆναι οἷά τις ἀναμάρτητος τυγχάνων; 15, 1416 τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός, εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ; ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. τίς γάρ, φησίν, ἄνθρωπος ὢν δύναται ἄμεμπτος εἶναι ἢ ἐπαγγέλλεσθαι ὅτι· δίκαιος ἔσομαι; εἰ γὰρ οἱ σφόδρα ἅγιοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, καὶ αὐτὴ δὲ τοῦ οὐρανοῦ ἡ καθαρότης πρὸς τὴν σύγκρισιν τῆς τοῦ θεοῦ καθαρότητος ἀκάθαρτοι, τί ἂν εἴποιμεν περὶ 140 τοῦ ἀνθρώπου τοῦ βδελυκτοῦ καὶ ἀκαθάρτου, ὃς ἴσα πώματι τὰς ἀδικίας ἐκπίνει; τοῦτο δὲ εἶπε διὰ τὸ προαιρετικῶς τοὺς ἀνθρώπους ἁμαρτάνειν. τὸ δὲ κατὰ ἁγίων οὐ πιστεύει δυνατὸν καὶ οὕτω νοῆσαι ὅτι· καὶ αὐτοὶ οἱ ἄγγελοι τρεπτοὶ γεγόνασι τὴν