1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

99

ἀντὶ τοῦ· πάντες. τῷ γὰρ κέντρῳ τῆς ἁμαρτίας, τουτέστι τῷ θανάτῳ, πάντες τιτρώσκονται. 36, 26 ἰδοὺ ὁ ἰσχυρὸς πολὺς καὶ οὐ γνωσόμεθα. οὐδεὶς γὰρ οἶδε τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ. 314 36, 26 ἀριθμὸς ὁδῶν αὐτοῦ καὶ ἀπέραντος. ἀλλὰ καὶ ὁ ἀριθμὸς τῶν ὁδῶν αὐτοῦ ἀπέραντος ἡμῖν ἐστι καὶ ἀκατάληπτος. 36, 27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ. τὴν μὲν θεοῦ γνῶσιν οὐδὲν ἐκφεύγει, ἀλλὰ καὶ τὸν ἀριθμὸν τῶν ὑετίων σταγόνων ἐπίσταται. 36, 27 καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην. καὶ οὐκ ἀμέτρως, ἀλλ' ἐναριθμίως διὰ τῶν νεφελῶν χέεται ὁ ὑετός. 36, 28 ῥυήσονται παλαιώματα. ἐκρέουσι δὲ ἐκ τῶν νεφελῶν τὰ τήγματα, οἱ σταλαγμοί. ταῦτα γὰρ λέγει παλαιώματα ἐκ τοῦ τὰ παλαιὰ τήκεσθαι. ἢ καὶ παλαιώματα λέγει διὰ τὸ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ ταῦτα οὕτω γενέσθαι κατὰ τὴν θείαν διάταξιν. 36, 28 ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροντῶν. γίνονται οἱ χειμῶνες περὶ τὸν ἀέρα συννεφείας γενομένης. 36, 2930 καὶ ἐὰν συνῇ ἀπέκτασιν νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, ἰδοὺ ἐκτείνει ἐπ' αὐτὴν ἡδώ. ἐὰν δοθῇ εἰς σύνεσιν ἐλθεῖν ἀνθρώποις, πῶς μικρᾶς προφανείσης νεφέλης περὶ ὅλον τὸν οὐρανὸν ἡ καταπύκνωσις ἐκτείνεται τῶν νεφῶνσκηνὴν γὰρ λέγει τὸν οὐρανόν, ὡς καὶ Ἠσαίας φησίν· ὁ στή 315 σας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς δὲ καὶ ἐπὶ ταύτης τῆς καταπυκνώσεως ἐκτείνει τὴν ἡδώἡδὼ δὲ ἑρμηνεύεται· φῶς αὐτοῦ, οὕτως γὰρ ὁ Σύμμαχος ἐκδέδωκεν, ἕτερα δὲ ἀντίγραφα ἀντὶ τοῦ ἡδὼ τόξον ἔχουσιν, ἐὰν οὖν συννοήσῃ ὁ ἄνθρωπος, πῶς συννεφείας οὔσης αἱ ἡλιακαὶ ἀκτῖνες εἰς τὴν τῶν νεφῶν ἀραίωσιν προσβάλλουσαι ποιοῦσι τὸ τόξον, ὃ παρὰ τοῖς πολλοῖς ἶρις καλεῖται, περὶ οὗ καὶ Μωυσῆς εἶπεν· ἰδοὺ τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ εἰς σημεῖον τοῦ μὴ γίνεσθαι κατακλυσμόν, θαυμάσεται τοῦ δημιουργοῦ τὴν σοφίαν, πῶς ἐν μὲν τῇ τῶν νεφῶν πυκνότητι τὴν ὠφέλιμον τοῦ ὑετοῦ τοῖς ἀνθρώποις χρείαν ἐργάζεται, ἐν δὲ τῇ ἀραιότητι φαίνεσθαι τὸ τόξον παρασκευάζει παραμυθούμενος τοὺς ἐπὶ τῆς γῆς, ὅτι δῆτα οὐ τῇ ἐπομβρίᾳ τούτους κατακλύζει, ἀλλ' ἀνέχει τῶν ὑδάτων τὴν ἄμετρον φορὰν κατὰ τὴν οἰκείαν ἐπαγγελίαν. 36, 3031 καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν· οὐδεὶς γὰρ οἶδεν ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς. ἢ τοῦτο λέγει, ὅτι τὸ τόξον μέχρι τῆς θαλάσσης διήκει, ἢ ὅτι ὁ θεὸς τὰ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. οὐδεὶς γὰρ οἶδεν, ὑπὸ τίνος βαστάζεται ἡ θάλασσα ἢ ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν· ῥιζώματα δὲ καλοῦνται τὰ τοὺς κρίκους βαστάζοντα. ἐν δὲ τούτοις τοῖς θαυμασίοις κρίνει καὶ τιμωρεῖται τοὺς ἀνθρώπους ὁ θεὸς δι' ἐπαγωγῆς θαλάσσης τυχὸν ἢ χαλάζης καὶ τῶν τοιούτων. 36, 31 δώσει τροφὴν τῷ ἰσχύοντι. 316 ὁ Σύμμαχος _π_α_ρ_έ_ξ_ε_ι_ _τ_ρ_ο_φ_ὴ_ν_ _π_α_μ_π_ό_λ_λ_η_ν ἐκδέδωκεν. κατὰ μὲν οὖν τὸ πρόχειρον λέγει, ὅτι τροφὴν ἰσχυρὰν καὶ πολλήνἀντὶ τοῦ· καρπῶν ἀφθονίανἡ τῶν ὑετῶν ἐργάζεται χρεία. πρὸς δὲ διάνοιαν τροφὴ ἔσται ἡ γνῶσις τοῦ θεοῦ τῷ ἰσχύοντι καὶ δυναμένῳ γνῶναι τὴν αὐτοῦ θαυματουργίαν. 36, 32 ἐπὶ χειρῶν ἐκάλυψε φῶς. ἐν τῇ ἑαυτοῦ δυνάμει· οὐ γὰρ ἔχει τόπον τό που κρυβῆναι τὸ φῶς. 36, 32 καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι. ὁ Σύμμαχος· _κ_α_ὶ_ _ἐ_π_ι_τ_ά_ξ_ε_ι_ _α_ὐ_τ_ῷ_ _ὥ_σ_τ_ε_ _ἀ_π_α_ν_τ_ῆ_σ_α_ι ἡρμήνευσεν. καλύπτων γάρ, φησίν, τὸ φῶς καὶ νύκτα ἐργαζόμενος ἐντέλλεται αὐτῷ ὥστε ἀπαντῆσαι, ἵνα εἴπῃ, ὅτι καὶ ἡ νὺξ καὶ ἡ ἡμέρα τῷ αὐτοῦ βουλήματι ἀλλήλας διαδέχονται. 36, 33 ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ. ὁ Σύμμαχος· _ἀ_π_α_γ_γ_ε_λ_ε_ῖ_ _π_ε_ρ_ὶ_ _τ_ο_ύ_τ_ο_υ_ _ἑ_τ_έ_ρ_ῳ_ _α_ὑ_τ_ο_ῦ_; ἐκδέδωκεν, ἀντὶ τοῦ· μὴ περὶ τῆς τούτων δημιουργίας μετά τινος βουλεύεται ἢ ἑτέρῳ αὑτοῦ ἀνακοινοῦται τὰ τοιαῦτα † σκεπάσματα†; ἵνα κατ' ἐρώτησιν ᾖ ἡ ἀνάγνωσις. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι, ὅτι ἐάν τινι ὁ θεὸς τὴν περὶ τούτων χαρίσηται γνῶσιν, τοῦτον λοιπὸν φίλον ἑαυτοῦ καλεῖ καὶ οὐκέτι δοῦλον, ὡς καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν ὁ σωτήρ· ὑμεῖς φίλοι 317 μού ἐστε. 36, 33 κτῆσις καὶ περὶ ἀδικίας. ἕτερα ἀντίγραφα _κ_υ_ρ_ί_ο_υ_ _κ_τ_ί_σ_ι_ς ἔχουσιν, ὁ δὲ Σύμμαχος