1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

103

ἡσυχάζει δέ, φησίν, τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς, ὡς καὶ νότον καὶ θέρμην ἐγγίνεσθαι· καὶ ἴσως τούτων ἐρεῖ τις τοὺς ὁποιουσδήποτε λόγους. τί δὲ λέγωμεν περὶ τοῦ οὐρανοῦ τοῦ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ στερεμνίως κατασκευασθέντος, ὄντος δὲ ἰσχυροῦ τὴν φύσιν καὶ ὥσπερ τὰ ἐπιχύματα κατὰ τῶν ὀφθαλμῶν, οὕτως ἡμῶν ὑπερκεχυμένου καὶ μὴ συγχωροῦντος ἡμᾶς ὁρᾶν τὰ ὑπὲρ αὐτόν. ἄλλοι δὲ οὕτως ἑρμήνευσαν· αὐτός ἐστιν, φησίν, ὁ ἐκ παλαιοῦ τὸ στερέωμα κατεργασάμενος ἰσχυρὸν καὶ στερεὸν ἐκ τῆς ῥευστῆς καὶ κεχυμένης φύσεως τῶν ὑδάτων. ἀλλ' οὐκ εὐπαράδεκτος ἡ τοιαύτη ἑρμηνεία· οὐδὲ γὰρ ἀποφαινόμεθα, ὅτι ἐξ ὑδάτων θεὸς τὸν οὐρανόν, ἀλλ' ὡς αὐτὸς οἶδε καὶ ὡς ἠθέλησεν. ὡς γὰρ καὶ τούτου ἀγνώστου ὄντος Ἐλιοὺς διαλέγεται. 37, 19 διὰ τί δίδαξόν με, τί ἐροῦμεν αὐτῷ καὶ παυσώμεθα πολλὰ λέγοντες. τί οὖν ἐροῦμεν περὶ τούτων; τί συνιέναι δυνάμεθα; ἆρα τολμῶμεν λέγειν θεῷ· διὰ τί ταῦτα οὕτως ἐποίησας ἢ διὰ τί ἀπροσδεὴς ὢν τόνδε τὸν κόσμον σαυτῷ κατεσκεύασας; οὐ σιωπῇ θαυμάζομεν αὐτοῦ τὴν ἀγαθότητα καὶ σοφίαν; οὐκοῦν τοῦ πολλὰ λέγειν ἐπισχῶμεν παραχωροῦντες αὐτῷ σοφίας τῆς ὑπὲρ ἡμᾶς. 37, μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; 327 μὴ ἀπὸ βιβλίου ταῦτα λαλῶ ἢ φιλονεικία μοί τίς ἐστιν, ἵνα σε νικήσω; οὐδαμῶς, ἀλλὰ ἀπὸ γνώσεως θεοῦ ταῦτα λέγω καὶ δύναμιν θεοῦ ἐξαγγέλλω, ἀντὶ τοῦ· οὐκ ἐδεήθην παρ' ἑτέρου μαθεῖν ταῦτα· πᾶσι γὰρ πρόδηλα τυγχάνουσι τοῖς γε νοῦν ἔχουσιν. διὸ καὶ ἐπιφέρει· 37, 21 πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν. ὥσπερ γὰρ τὸ φῶς πᾶσίν ἐστι πρόδηλον, οὕτω καὶ ταῦτα κατάδηλα τυγχάνουσι θεοῦ ἔργα ὄντα, καὶ δῆλός ἐστιν ἐκ παλαιοῦ καὶ ἀρχαίου ταῦτα οὕτω θεὸς διοικούμενος. 37, 2122 ὥσπερ τὸ παρ' αὐτοῦ ἐπὶ νεφῶν ἐξῆλθεν, ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα. ὥσπερ ἀμέλει καὶ τοῦτο τὸ ἔργον παρ' αὐτοῦ διαπράττεται, καὶ ὁ ἀὴρ ἐκ συννεφείας καὶ σκυθρωπότητος πνεύματι καθαίρεται. βορρᾶς δὲ αὐτὸν ἀποκαθαίρει χρυσαυγεῖς καὶ ὑπερύθρους νεφέλας ἀνάγων θεοῦ προστάγματι. 37, 2223 ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ {ἡ} τιμὴ παρὰ παντοκράτορος καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ. ἐκ τῶν τοσούτων ἔστιν ἀναλογίσασθαι, ὡς μεγάλην ὀφείλομεν ἀναπέμπειν τῷ θεῷ τὴν δοξολογίαν, ἐφ' οἷς ἡμῶν τὸ γένος ἐτίμησε καὶ διὰ τὴν ἡμῶν κυβέρνησιν ταῦτα οὕτω διαπράττεται ὁ ἀσύγκριτον ἔχων σοφίαν καὶ δύναμιν. ἕτερα δὲ ἀντίγραφα _κ_α_ὶ_ _τ_ι_μ_ὴ_ _π_α_ν_τ_ο_κ_ρ_ά_τ_ο_ρ_ο_ς περιέχουσιν, ἀντὶ τοῦ· μεγάλη ἡ δόξα καὶ ἡ τιμὴ τοῦ παντοκράτορος, ἣν αὐτῷ προσοφείλομεν. 328 37, 23 ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει εἰσακούειν αὐτόν; τοῦ Ἰὼβ εἰρηκότος· κεκράξομαι καὶ οὐδαμοῦ κρίμα κατὰ τὴν ἔννοιαν τὴν ἡμῖν ἐν τοῖς τόποις ἀποδοθεῖσαν, ὁ Ἐλιοὺς ὡς τῆς λέξεως ἐπιλαμβανόμενός φησιν ὅτι· μὴ οἴου τὸν δίκαιον κριτὴν καὶ κηδεμόνα τῶν ἡμετέρων παραμελεῖν ἡμῶν. καὶ γὰρ πάντα ἐφορᾷ καὶ πάντων ἀκούει καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμει κατὰ τὴν οἰκείαν δικαιοκρισίαν. 37, 24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ. τούτου τοῦ συμπεράσματος χάριν ἅπασι διεξοδικῶς ἐξῆλθε τοῖς προειρημένοις εἰς φόβον βουλόμενος ἐνάγειν τὸν Ἰώβ. διὰ γὰρ πάντα ταῦτα, φησίν, καὶ ὁ πολὺς καὶ ἀγελαῖος ἄνθρωπος δεδοικέναι τὸν θεὸν ὀφείλει, καὶ οἱ σοφοὶ δὲ καὶ συνετοὶ μᾶλλον τοῦτο ποιεῖν ὀφείλουσιν. καὶ γὰρ οὐδὲ οἱ κατὰ σοφίαν ἄκροι κατέλαβον τὸ τέλειον, ἀλλὰ κἄν τινος ἀξιωθῶσι παρὰ θεοῦ γνώσεως, ἐκ μέρους γινώσκουσιν, ὡς ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξεν. ἐγὼ δέ φημι, ὅτι καὶ πλεῖον αὐτῶν ὀφείλουσι φοβεῖσθαι τὸν ἀπαθῆ φόβον οἱ πλείονος γνώσεως ἀξιωθέντες· μέγας γὰρ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς κύκλῳ αὐτοῦ. κύκλῳ δὲ αὐτοῦ τυγχάνουσιν οἱ ἐπὶ πλεῖον τῆς αὐτοῦ κατανοήσεως ἀξιούμενοι. 329 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺς τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; Προθεωρία τοῦ κεφαλαίου πλοῦτος καὶ πενία, ὑγεία καὶ νόσος, τιμὴ καὶ ἀτιμία, καὶ