1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

111

ἔχοντες καὶ περιφρονοῦντες ἵππου σὺν τῷ ἀναβάτῃ. εἰ δὲ περὶ τῆς ἀσίδης ὁ λόγος, διὰ τὴν ἰσχύν, ὥς φασιν, καὶ τὸ μέγεθος οὐδὲν εἶναι τὸν ἱππέα νομίζει. 39, 19 ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; σὺ δὲ τὸν ἵππον δυνατὸν εἰργάσω καὶ ὑψαύχενα ὡς φοβερὸν τῇ τοῦ αὐχένος ἀνατάσει φαίνεσθαι ἢ καὶ τῷ χρεμετισμῷ τῷ διὰ τοῦ αὐχένος ἐξερχομένῳ; 351 39, περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμαν; παρὰ σοῦ δὲ ὥσπερ καθοπλισθεὶς θαρρεῖ καὶ τολμᾷ ἔνδοξα ἔχων καὶ ὡραῖα τὰ στέρνα καὶ εὐθαρσῆ καρδίαν ἐν τοῖς στήθεσιν {ἔχων}, ἀντὶ τοῦ· εὔτολμος ὤν. 39, 21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ. τῷ δὲ ποδὶ κατακροαίνων τὴν γῆν γαυριᾷ καὶ φρυάττεται. 39, 2122 ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι, συναντᾷ βέλει, καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου. ἐκπορεύεται δὲ διὰ τοῦ πεδίου εἰς πόλεμον μὴ βέλος δεδοικὼς μηδὲ σιδήρου ἀκμήν. 39, 2324 ἐπ' αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν. διὰ τοῦ ἐπιβάτου δηλονότι τόξον μὲν ἔχοντος καὶ μάχαιραν, ὀργῇ δὲ τὴν τῶν πολεμίων γῆν ἐξαφανίζοντος. 39, 2425 καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ, σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου, σὺν ἅρματι καὶ κραυγῇ ἐκπορεύεται. καὶ ἕως μὲν οὔπω τὸ σύνθημα τοῦ πολέμου, σφαδάζει καὶ ὁρμητικῶς ἔχει, οὔπω δὲ καὶ ἀναπηδᾷ καὶ ἐξάλλεται· τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐ μὴ πιστεύσει. φοβερὸν δὲ ἠχησάσης τῆς σάλπιγγος αἰσθάνεται, ὅτι πολέμου καιρός, καὶ χαίρει τῷ συνθήματι· τοῦτο γὰρ σημαίνει τὸ λέγει· εὖγε. καὶ ὁμοῦ τῇ κραυγῇ τοῦ στρατοπέδου ἐξαλλόμενος ἐπιτρέχει τοῖς πολεμίοις. 352 εἰ δὲ λέγει τις μὴ ταῦτα τῆς φύσεως εἶναι τοῦ ἵππου, ἀλλὰ τῆς διδαχῆς, ἴστω μὴ ἄλλως τοὺς ἀνθρώπους δύνασθαι διδάσκειν, εἰ μὴ τὸ ζῷον ἐπιτηδείως ἔχον εἰς τοῦτο ὑπὸ θεοῦ κατεσκεύαστο, ἐπεὶ μηδὲ ἄνθρωποι διδασκόμεθά τι μὴ ἐπιτηδείως ἔχοντες πρὸς τὰ μαθήματα. ἐνδείκνυται οὖν ὁ θεὸς διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον ἑαυτοῦ σοφίαν, ὡς ἂν διδαχθῶμεν τὰ μεγάλα καὶ ὑπέρογκα καὶ ἀπόκρυφα μὴ πολυπραγμονεῖν. 39, 26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; ἡ δὲ σὴ σύνεσις καὶ ἐπιστήμη τὸν ἱέρακα ἐξεπαίδευσεν ἁπλώσαντα τὸ πτερὸν ἀκίνητον τῷ ἀέρι φέρεσθαι; λέγεται δὲ ὁ ἱέραξ ἐπὶ τὰ νότια μέρη ἁπλοῦν τὸ πτερὸν καὶ ὥσπερ ὄρθιος ἵστασθαι ἐν τῷ ἀέρι καὶ ἀποσκοπεῖν τὸ θήραμα καὶ οὕτως αὐτοῦ καθίπτασθαι. φασὶ δὲ τοῦτο τὸ πτηνὸν δύνασθαι στρέφεσθαι καὶ ὁρᾶν τὰ ὀπίσθια αὐτοῦ. 39, 27 ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός; τὴν δὲ ὑψιπετῆ πτῆσιν σὺ τῷ ἀετῷ προσέταξας ἔχειν; 39, 2730 γὺψ δὲ ἐπὶ νοσσιᾶς ἑαυτοῦ καθεσθεὶς αὐλίζεται, ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ· ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὐδ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. ἀπὸ κοινοῦ τὸ ἐπὶ δὲ τῷ σῷ προστάγματι· εἰς ἀκροτόμων ὁ γὺψ καθεζόμενος πετρῶν ἐξοχὰς ἀκραιφνεῖς ἔχων τὰς αἰσθή 353 σεις συναισθάνεται, ποῦ τεθνηκότα σώματα, ἵνα τροφὴν ἑαυτῷ πορίσηται· σὺ δὲ τοὺς αὐτοῦ νεοττοὺς ἐδίδαξας ἔτι μικροὺς ὄντας σαρκοβορεῖν καὶ αἱμάτων ἐρᾶν; κατὰ μὲν οὖν τὸ ῥητὸν ταῦτα. διαγράφει δὲ ὁ λόγος κατὰ τὴν ἀλληγορίαν γύπα τὸν ἀκάθαρτον καὶ φιλόσαρκον ἄνθρωπον καὶ ὀκνηρὸν πρὸς ἀρετήν· γύψ, γάρ φησιν, ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, τοῦ δὲ θεωρηθέντος ὀκνηροῦ καὶ ἀκαθάρτου πόρρωθεν οἱ ὀφθαλμοὶ σκοπεύουσιν· ἐῶν γὰρ τὰ ἐγγὺς καὶ τοῖς παροῦσι καθ' ἡδονὴν χρώμενος καὶ ὑπερτιθέμενος τὸ τὴν ἀρετὴν ἐργάζεσθαι τὰ πνευματικὰ ὕστερον ὑπάρξαι ἑαυτῷ φαντάζεται. εἰσὶ γὰρ ἄνθρωποι λέγοντες· τέως ἀπολαύω καὶ μετὰ ταῦτα σωφρονῶ καὶ ἐλεῶ καὶ νηστεύω. οἱ δὲ νεοσσοὶ τοῦ τοιοῦδετουτέστιν· οἱ τρόποιἀεὶ τοῖς νεκροῖς καὶ ἀκαθάρτοις ἐφιζάνουσι πράγμασιν. 40, 1 καὶ ἀπεκρίθη ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν. οἱ μὲν πρῶτοι λόγοι θεοῦ σοφίαν καὶ δύναμιν παρίστων τῷ Ἰώβ, νῦν δὲ πρὸς αὐτὸν στρέφει τὸν λόγον καί φησιν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἀντὶ τοῦ· μὴ μετ' ἐμοῦ ταῦτα