1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

102

τὸ ἐργάζεσθαι αὐτά, ἵνα εἴπῃ ὅτι· οἰακίζει τὸ ὕδωρ ὡς βούλεται εἰς ἡμετέραν κυβέρνησιν καὶ διοίκησιν. ἐν δὲ ἑτέροις ἀντιγράφοις οὕτως ηὕραμεν· _ἐ_ν_ _τ_ο_ῖ_ς_ _κ_α_τ_ω_τ_ά_τ_ω_ θεὶς ἔργα αὐτοῦ. σημαίνει δὲ ἡ τοιαύτη γραφή, ὅτι ταῦτα ἐργάζεται θεὸς διὰ τοὺς κάτω, τουτέστιν· τοὺς ἐπὶ γῆς ἀνθρώπους. 37, 12 πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ' αὐτοῦ ἐπὶ τῆς γῆς. γίνονται δὲ τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς κατὰ ἐντολὰς καὶ προστάγματα θεοῦ. ἢ καὶ τοῦτο λέγει, ὅτι πάντα τὰ παρ' αὐτοῦ οὐ καινά εἰσι καὶ πρόσφατα, ἀλλ' ἐξ ἀρχῆς οὕτω γινόμενα παρ' αὐτοῦ· ἢ ὅτι κατάδηλα ἦσαν αὐτῷ καὶ πρὶν γενέσθαι κατὰ τοὺς τῆς προγνώσεως λόγους. 37, 13 ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. καὶ γίνονται ταῦτα ἢ εἰς τὸ παιδεῦσαι καὶ ἐπιστρέψαι ἀνθρώπους 324 ἁμαρτάνοντας ἢ εἰς καρπογονίαν τῆς γῆς{διὰ δὲ ἐλέους} πολλάκις δὲ ὁ θεὸς ἐλεῶν ἀνθρώπους καύσωνα καὶ φλογμὸν διέλυσεν ὑετὸν ἐπαφεὶς οὐ διὰ τὴν τῆς γῆς χρείαν, ἀλλ' ἵνα λύσῃ τοῦ ἀέρος τὸ θερμόνἢ καὶ ὁπωσδηποτοῦν, ἵνα ἀνθρώπους ἐλεήσῃ. εὑρήσει οὖν τις αὐτὸν διὰ ταύτας τὰς αἰτίας ταῦτα ποιοῦντα· ἢ διὰ παιδείαν καὶ ἐπιστροφήν, ἢ διὰ καρποὺς γῆς καὶ βλαστήματα, ἢ δι' ἄλλας αἰτίας, ἀγνώστους μὲν ἡμῖν, πάντως δὲ δι' ἀνθρώπων ἔλεος. ἔστι δὲ καὶ οὕτω νοῆσαι, ὅτι γίνεται ταῦτα ἢ εἰς τὸ παιδεύεσθαι τοὺς τῆς γνώσεως ἀξιουμένους, ἢ εἰς τὸ ὑπάρχειν καὶ διαμένειν αὐτὰ τὰ παρ' αὐτοῦ κτισθέντα. καὶ διὰ τῶν τοιούτων γνωρίζομεν καὶ εὑρίσκομεν τὸν θεόν· πολλάκις δὲ καί τινες χάριτι ἐλέους εὗρον αὐτὸν μὴ ἔχοντες τὴν γνῶσιν, ἀλλὰ ἀπὸ μόνης χάριτος ὡς ὁ λῄστης τυχόντες. 37, 14 ἐνωτίζου ταῦτα, Ἰώβ, στῆθι, νουθετοῦ δύναμιν κυρίου. ἀντὶ τοῦ· πρόσεχε ἐπιπόνως, ἐγκατάθου τῇ διανοίᾳ τὰ εἰρημένα διὰ τῶν ὤτων τοὺς λόγους εἰσδεξάμενος. 37, 1516 οἶδα μέν, ὅτι κύριος ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. ἐπίσταται δὲ διάκρισιν νεφῶν. οἶδα μὲν οὖν, φησίν, ὅτι θεός ἐστιν ὁ ταῦτα ἐργαζόμενος καὶ ὁ τὰ νέφη διακρίνων ὡς ἂν θελήσῃ κατὰ τὴν ἰδίαν ἐπιστήμην. ἕτερα δὲ ἀντίγραφα οὕτως ἔχουσιν· _ο_ἶ_δ_α_ς_,_ _ὅ_τ_ε_ _ἔ_θ_ε_τ_ο_ _θ_ε_ὸ_ς_ _ἔ_ρ_γ_α_ _α_ὐ_τ_ο_ῦ_ _π_ο_ι_ῆσαι φῶς ἐκ σκότους, ἐπίστασαι δὲ καὶ διάκρισιν νεφῶν; ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἆ_ρ_α_ _γ_ν_ώ_σ_ῃ_,_ _ὁ_π_ό_τ_ε_ _ἔ_τ_α_ξ_ε_ν_ _ὁ_ _θ_ε_ὸ_ς_ _π_ε_ρ_ὶ_ _α_ὐ_τ_ῶ_ν_ _φ_ῶ_ς_ ποιήσας ἐκ σκότους; ὁ δὲ νοῦς οὗτος· μὴ συμπαρῆς δημιουργοῦντι θεῷ τὸν κόσμον, ὅτε σκότος ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος καὶ πρώ 325 τη φωνὴ θεοῦ κατηνέχθη λέγουσα· γενηθήτω φῶς, ὅτε πάντα τὰ ἔργα αὐτοῦ ὡς ἠθέλησε διετάξατο; οὐκοῦν παραχώρει τῇ τοῦ θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. ταῦτα δὲ λέγει πρὸς φόβον, ὡς νομίζει, τὸν Ἰὼβ ἐνάγων τὸν μηδέποτε τὸν ἁγιοποιὸν τοῦ θεοῦ καταλείψαντα φόβον τὸν ἰσοδυναμοῦντα τῇ ἀγάπῃ τῷ οἰκείῳ στόματι λέγοντα· χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. 37, 1617 ἐξαίσια δὲ πτώματα πονηρῶν, σοῦ δὲ ἡ στολὴ θερμή. θαυμάσαι οὖν, φησίν, ἄξιον, πῶς δι' ἀέρος τιμωρεῖται θεὸς τοὺς πονηροὺς καὶ πῶς μετὰ τοὺς κρυμούς, μετὰ τοὺς ὄμβρους θέρος γίνεται, ὡς δεῖσθαι στολῆς θερινῆς προσφυοῦς τῷ καιρῷ πρὸς τὸ μὴ ἐνοχλεῖσθαι. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι κατὰ ὑψηλοτέραν ἔννοιαν· ἐπειδὴ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησάμεθα, μάνθανε, ὡς τῶν μὲν πονηρῶν μεγάλα εἰσὶ τὰ παραπτώματα, σοῦ δὲ τοῦ δικαίου ἡ στολή τουτέστιν· ἡ τῶν ἀρετῶν ἔνδυσιςοὐκ ἀπὸ παθῶν δεδαπανημένη οὐδὲ παλαιά, ἀλλὰ θερμή, τουτέστι καινὴ καὶ ἐρρωμένη. τὸ μὲν οὖν πρῶτον κατὰ τὸ ῥητόν, τὸ δὲ δεύτερον κατὰ διάνοιαν. 37, 1718 ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς, ἀπὸ νότου στερεώσεις μετ' αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὁράσεις ἐπιχύσεως. ἡσυχάζει δὲ ἡ περὶ τούτων γνῶσις ἐπὶ τῆς γῆς. καὶ γὰρ ἀγνοοῦμεν τούτων τοὺς λόγους καὶ πῶς νότου φυσῶντος παλαιώματα, τουτέστι τήγματα καὶ σταγόνες στερεαί, καταφέρονται, ὡς ὁρᾶσθαι αὐτῶν τὴν ἐπίχυσιν. ψεκάζοντος μὲν γὰρ ἴσως διὰ τὴν λεπτότητα οὐχ ὁρῶ 326 μεν τὸν ὑετόν, σταλαγμῶν δὲ καταφερομένων πάντες ὁρῶσι τὴν αὐτῶν ἐπίχυσιν. ἔστι δὲ καὶ οὕτω νοῆσαι·