1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

72

σαρκωθεὶς λόγος τοῖς μαθηταῖς εἰρηκώς· λάβετε πνεῦμα ἅγιον. ὁ γὰρ ἐν μονάδι θεὸς διὰ τὴν μίαν οὐσίαν καὶ θεότητα ἐν τριάδι γνωρίζεται διὰ τὰς ὑποστάσεις. πικραίνεσθαι δὲ λέγεται ἡ ψυχή, ὅτε μηδὲν γλυκὺ καὶ ἡδὺ καὶ ἐπαγωγὸν αὐτῇ πάρεστιν. 27, 56 οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπον πράξας. οὐ γὰρ ἀποστήσω ἀπ' ἐμοῦ τὴν ἐμὴν ἀκακίαν καὶ ἁπλότητα, οὐδὲ προδώσω δικαιοσύνην, οὐδὲ ἕτερα ἔχων κατὰ διάνοιαν καὶ μηδὲν ἐμαυτῷ συνειδὼς παρὰ τὸ ἀληθὲς καὶ δίκαιον ἕτερα φθέγξομαι. 27, 7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. ἐγὼ μὲν οὖν, φησίν, οὐδὲν ἐμαυτῷ σύνοιδα· ἃ δὲ ὡς ἀσεβοῦς μου καταψηφίζεσθε, εἰς ἐχθρῶν τρέποιτο κεφαλάς. 27, 810 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; ἢ τῆς δεήσεως αὐτοῦ εἰσακούσεται κύριος; ἢ 227 ἐπελθούσης αὐτῷ ἀνάγκης μὴ ἔχει τινὰ παρρησίαν ἐνώπιον αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; ποίαν γὰρ ἔχει, φησίν, ἐλπίδα ὁ ἀσεβής, κἂν τέως ἀντέχῃ; μετὰ ποίας πεποιθήσεως τὴν ἐκ θεοῦ σωτηρίαν προσδοκᾷ; πῶς δὲ ἀνάγκῃ περιπεσὼν σὺν παρρησίᾳ τὸν θεὸν ἐπικαλέσεται ὡς μελλούσης αὐτοῦ τῆς εὐχῆς εἰσακούεσθαι; 27, 11 ἀλλὰ νῦν ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι. ἐγὼ δὲ ὑμῖν ἀναγγελῶ καὶ τὰ ἐκ χειρὸς κυρίου τοῖς ἀσεβέσιν ἐπιφερόμενα. 27, 1213 ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐπελεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. ὑμεῖς μὲν οὖν, φησίν, οἴδατε, ὅτι ματαίους ματαίοις συνείρετε λόγους ἀσεβείας με γραφόμενοι. ἐγὼ δέ φημι, ποία τίς ἐστιν ἡ τοῦ ἀσεβοῦς μερίς, καὶ ποῖον κτῆμα καὶ ποῖος κλῆρος τῶν ἐπὶ κακίᾳ μέγα δυναμένων, καὶ τί αὐτοῖς ἐπελεύσεται παρὰ τοῦ παντοδυνάμου θεοῦ. 27, 1415 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ ἀνδρωθῶσιν, προσαιτήσουσιν. οἱ δὲ περιόντες αὐτοῦ θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. τὰ ὡς εἰκὸς συμβησόμενα τοῖς ἀσεβέσι λέγει. οὐ γὰρ πάντως αὐ 228 τοῖς ταῦτα ἔσται· παρέλκουσι γὰρ ἐσθότε τὴν εὐδαιμονίαν καὶ μέχρι τελευτῆς, ὡς ἐν τοῖς ἀνωτέρω πρὸς τοὺς φίλους ἀπορῶν αὐτὸς ἐδίδαξεν. καὶ σφαγὴν μὲν τὴν διὰ πολεμίων φησίν, θάνατον δὲ τὸν αἰφνίδιον καὶ ἄωρον. 27, 1617 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. τοῦτο γέγονεν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν, ὅτε διὰ τὰς ἁμαρτίας τῶν Ἀμορραίων καὶ Χαναναίων καὶ τῶν λοιπῶν ὁ Ἑβραίων λαὸς τὰ αὐτῶν ἐκληρονόμησεν. 27, 18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. ὑφ' ἑαυτῶν δαπανωμένων· ἡ γὰρ ἀσέβεια δίκην ἰοῦ καταδαπανᾷ τοὺς ἔχοντας. 27, 19 πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. διὰ τὸ ὀξύρροπον τῆς ἀπολαύσεως· πρὸς βραχὺ γὰρ διαβλέψας πρὸς τὸν ἑαυτοῦ πλοῦτον οἰχήσεται τὰς δίκας ἐκτίσων. 27, συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι. ἵνα εἴπῃ· καὶ μέχρι τῶν ἐγκάτων ὀδύναι τοῦτον διαλήψονται, ὃ καὶ ὁ ∆αυὶδ περὶ τῶν ἐπικαταράτων ἔλεγεν· εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. 229 27, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος. ἔσται δὲ ὡς ἐν νυκτὶ τὰ κατ' αὐτὸν ἀνάμεστα σκότους, καὶ κυκλοτερῶς ὡς γνόφος περιστήσονται αὐτὸν τὰ κακά. 27, 21 ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. οἰχήσεται δέ, φησίν, ὥσπερ ὑπὸ ἀνέμου καύσωνος ἀποφυσώμενος καὶ ἀναρριπιζόμενος. καλῶς δὲ εἶπε καύσωνος, πῦρ γὰρ αὐτὸν ἄσβεστον διαδέχεται. λικμῆσαι δέ ἐστι τὸ τῷ πτύῳ τὸν σῖτον ἀναρριπτοῦντα τὸ χνοῶδες καὶ ἐλαφρὸν ταῖς τῶν ἀνέμων αὔραις ἀπομερίζειν τοῦ σίτου. διακαθαριζομένης τοίνυν τῆς ἅλωνος ὁ μὲν σῖτος ἀποκαθίσταται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ, ὡς ἡ εὐαγγελική φησιν παραβολή. 27, 22 καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται. ὡς