1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

92

μέν εἰμι, ἀλλ' ὁ θεός μοι τὸ κριτικὸν οὐκ ἐφύλαξεν, ἀλλ' ἐψεύσατο τῷ κρίματί μου οὐ πρὸς ἀξίαν κρίνας τὰ κατ' ἐμέ, καὶ ὡς δυνατὸς μᾶλλον ἢ δίκαιος βίᾳ τὴν πληγὴν ἐπήγαγε κατὰ τοῦ μηδὲν ἀδικήσαντος. 290 ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ἐνόησε τὰ εἰρημένα, ὁ δὲ Ἰὼβ τοῦτο ἔλεγεν ὅτι· ὑπερέθετο ὁ θεὸς κρῖναι τὰ κατ' ἐμέ. εἰ γὰρ ἐβούλετό με ἀκοῦσαι, δίκαιος ὢν ἐρρύετο ἄν με τῶν ἀναγκῶν. τοῦτο γὰρ λέγει τὸ ἀπήλλαξέ μου τὸ κρίμα, τὸ δὲ ἐψεύσατο δὲ τῷ κρίματί μου, ὡς ὁ ἅγιος πληροφορηθείς, ὅτι ὁ θεὸς ἐμαρτύρησεν αὐτῷ, πῶς, φησίν, μαρτυρήσας μοι τοιαύταις με βασάνοις περιέβαλεν; περιξέει δὲ ὁ Ἐλιοὺς τοῦ Ἰὼβ τὰ ῥήματα ἀγνοήσας, ὡς πολλάκις ἔφημεν, ἐξ οἵας ἀγάπης τοὺς λόγους προέφερεν. 34, 78 τίς ἀνὴρ ὥσπερ Ἰὼβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ, οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας οὐδὲ ὅλως κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; κἀγὼ μὲν οὖν, φησίν, ἐπίσταμαι τοῦ Ἰὼβ τὴν ἀρετήν, ὡς τὰς μὲν ὕβρεις ἐκ προαιρέσεως ὑποδέχεται ὥσπερ οἱ ὕδωρ ἐκπίνοντες· τοῦτο δὲ δεῖγμα μεγίστης ἀρετῆς, τὸ φέρειν ὕβριν ἀλύπως. οἶδα δὲ καί, ὅτι οὔτε πρὸς ἀνθρώπους ἥμαρτεν οὔτε πρὸς θεὸν ἠσέβησεν, ἀλλ' οὐδὲ τὴν μετὰ ἀνόμων ἢ ἀσεβῶν κοινωνίαν ποτὲ ἢ διατριβὴν κατησπάσατο. 34, 9 μὴ γὰρ εἴπῃς ὅτι· οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. πρὸς τοὺς φίλους εἰρηκὼς τὰ περὶ τοῦ Ἰὼβ πρὸς αὐτὸν ἔτρεψε τὸν λόγον· μέμφομαι γάρ σοι, φησίν, οὐχ ὡς ἀδίκῳ, ἀλλ' ὡς ἀνεπισκόπητα καὶ ἀπρονόητα νομίζοντι τὰ καθ' ἡμᾶς ὡς τοῦ θεοῦ μὴ κηδεμονικῶς ἐπισκεπτομένου τοὺς ἀνθρώπους. 34, 1011 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου· μή μοι εἴη ἐναντί 291 ον κυρίου ἀσεβῆσαι καὶ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον, ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ἀξιῶ τοίνυν· ἀκούσατε ὡς συνιέναι δυνάμενοι τὰ λεγόμενα. μὴ γὰρ δὴ γένοιτό με εἰς ἀσεβεῖς ἐκπεσεῖν λόγους μηδὲ ἐπὶ παντοκράτορος θεοῦ λαλοῦντα φθέγξασθαί τι παρὰ τὸ δίκαιον. οἶδα γάρ, ὅτι ὁ θεὸς ἑκάστῳ τὰ κατ' ἀξίαν ἀπονέμων, ἐν ᾧ περιπατεῖ, ἐν τούτῳ δράσσεται αὐτοῦ, τουτέστιν· ὡς εὑρίσκει αὐτὸν πορευόμενον, οὕτως αὐτὸν κρίνει. 34, 1213 οἴει δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, ὃς ἐποίησε τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; κύριος γάρ ἐστιν ὁ θεὸς καὶ παντοκράτωρ καὶ πάντων τῶν ὄντων δημιουργός. οὐκ ἂν οὖν, φησίν, ὁ δεσπότης ἄτοπόν τι πράξειε περὶ τὸ ὑπήκοον, οὐδὲ ὁ κατὰ πάντων τὸ κράτος ἔχων τοῦ δικαίου σύγχυσιν ἐργάσαιτο, οὐδὲ ὁ πάντων ποιητὴς τὸ οἰκεῖον ἀδικήσοι δημιούργημα. 34, 1415 εἰ γὰρ βούλοιτο συσχεῖν καὶ τὸ πνεῦμα κατασχεῖν παρ' αὐτῷ, τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν· πᾶς γὰρ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. εἰ γὰρ μόνον θελήσει ἀνασχεῖν τὴν πνοήν, ἣν τοῖς ζῴοις ἐχαρίσατο, πανωλεθρίᾳ πάντα διαφθαρήσεται, καὶ οὐκ ἔστιν ἄνθρωπον τὸν ἀπὸ γῆς μὴ εἰς τὸ συγγενὲς ἀναλυθῆναι στοιχεῖον τὴν γῆν. ταῦτα 292 δέ φησιν ὁμοῦ καὶ δεικνύς, ὡς ὅτι ὁ ποιητὴς οὐκ ἀδικεῖ τὰ ποιήματα, καὶ τὸν Ἰὼβ εἰς φόβον ἐνάγων ὡς θελήσαντα πρὸς θεὸν ὁμοτίμως διαδικάσασθαι. 34, 16 εἰ δὲ μὴ νουθετεῖ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. εἰ μὴ πείθει ταῦτα, ἐπί τί γε καὶ τῶν ἐφεξῆς ῥημάτων ἄκουσον. 34, 17 ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. κατανόησον, ὡς αἰώνιος καὶ ἄναρχος καὶ δίκαιος ὢν θεὸς μισεῖ μὲν τὰ ἄνομα, τιμωρεῖται δὲ τοὺς πονηρούς. συλλογισμῷ δὲ πείθει τὸν Ἰώβ· εἰ γὰρ αὐτὸς μισεῖ τὰ ἄνομα καὶ τιμωρεῖται τὴν πονηρίαν δίκαιος ὤν, οὐκ ἄν τι πράξοι παρὰ τὸ δίκαιον. 34, 18 ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατος τοῖς ἄρχουσιν. εἰ γὰρ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ νομοθεσίαν ὁ λέγων τῷ βασιλεῖ· παρανομεῖς ὡς ἀσεβέστατος κρίνεται παρὰ τῶν ἀρχόντων, τί ἂν πάθοιεν οἱ πρὸς θεὸν τολμῶντες εἰπεῖν· παρανομεῖς; καλῶς δὲ εἶπεν· τοῖς ἄρχουσιν, οὐ γὰρ πάντως καὶ παρὰ θεῷ ἀσεβὴς κρίνεται ὁ τῷ ἐπιγείῳ βασιλεῖ λέγων· παρανομεῖς. 34, 19 ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου οὐδὲ οἶδε τιμὴν θέσθαι ἀνδρὸς θαυμασθῆναι