1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

91

μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. καὶ ταῦτα τοῦ ὕμνου τὰ ῥήματα. αἰτεῖ γὰρ μὴ τῆς τῶν ἀδίκων μερίδος μετὰ τόνδε τὸν βίον ἐν τῇ διαφθορᾷ γενέσθαι, ἀλλὰ τῆς τῶν δικαίων. φῶς γὰρ δικαίοις διὰ παντὸς εἶναι ἡ γραφὴ κατεπαγγέλλεται πανταχοῦ. 33, 2930 ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ψυχή μου ἐν φωτὶ αἰνῇ αὐτόν. ταῦτα τοῦ ἰσχυροῦ καὶ σοφοῦ θεοῦ τὰ ἔργα ποικίλως ἡμᾶς εὐεργετοῦντος, ἐφ' ᾧ τὸν μὲν ψυχικὸν διαφυγεῖν θάνατον, ἐν ἀμυθήτῳ δὲ ζωῇ καὶ φωτὶ διηνεκεῖ δοξολογίας ἀναπέμπειν αὐτῷ. τὸ γὰρ ὁδοὺς τρεῖς ἀντὶ τοῦ· πολυμερῶς· ἢ τὸ τρεῖς διὰ τὸ τὴν θείαν παιδείαν τριπλῆν ἄγειν ὠφέλειαν, ἀποχὴν κακίας, ἀνάληψιν ἀρετῆς καὶ τὰ ἐπὶ ταύτῃ τοῖς ἁγίοις ἐπηγγελμένα· ἢ ὁδοὺς τρεῖς διὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσονταῦτα δὲ θεοῦ καὶ θείων διδασκάλων ἔργα· ἢ ὁδοὺς τρεῖς, ἵνα ὁλόκληρος ἡμῶν διασωθῇ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα. 33, 3133 ἐνωτίζου, Ἰώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· λάλησον, θέλω γάρ σε δικαιωθῆναι. εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον, καὶ διδάξω σε σοφίαν. εἴ τι τοιγαροῦν πρὸς ταῦτα λέγειν ἔχεις καὶ διελέγξαι με μὴ δί 287 καια περὶ τῆς τοῦ θεοῦ δικαιοσύνης λέγοντα, λάλησον, ἡδέως γὰρ ἔχω τῆς σῆς ἐπακροάσασθαι δικαιολογίας. τὸ δὲ καὶ ἐγώ εἰμι ἀντὶ τοῦ· μὴ δείσῃς, ἐγώ εἰμι ὁ ἰσοφυής σοι, ὁ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένος, οὐ φοβερός τις καὶ καταπληκτικός, ἀλλ' ἐγώ εἰμι ὁ προτρέπων ἀποκριθῆναι. εἰ δὲ μηδὲν ἔχεις ἀποκρίνασθαι, μεθ' ἡσυχίας ἄκουσον καὶ ἑτέρας σοφίας ῥήματα. 288 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τρόπον κηδεμονικῆς παιδεύσεως θεοῦ καὶ ὅτι δι' ἐνυπνίων φοβῶν καὶ διὰ νόσων παιδεύων ἐπὶ τὸ κάλλιον ἡμᾶς ἐπανάγει, πάλιν ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον καὶ προοιμιαζόμενος παρακαλεῖ τοὺς ἀκροατὰς εἰς τὴν τῶν λεγομένων κατανόησιν. προστίθεται δὲ διδάσκειν περὶ κολάσεως ὀλοθρευούσης ἀδίκους καὶ ἀξιοῖ τοὺς ἀκροατὰς διακρῖναι, εἰ καλῶς εἴρηται τῷ Ἰώβ, ὡς αὐτὸς μὲν δίκαιός ἐστιν, οὐ δίκαια δὲ πάσχει παρὰ θεοῦ. εἶτα καί φησιν, ὅτι ἑκάστῳ ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμων κολάζει τοὺς ἀδίκους, καὶ λογισμοὺς τούτου τίθησιν· πρῶτα μὲν γὰρ ὁ δημιουργὸς οὐκ ἂν ἀνάσχοιτο, φησίν, ἀδικῆσαι τὰ ἴδια ποιήματα, ἀλλ' οὐδ' ἂν κηδεμὼν ὢν καὶ εὐεργέτης ἀνθρώπων ὁ κύριος παρὰ τὸ δίκαιον ἐπάξει τινὶ κόλασιν. περὶ μὲν οὖν δικαίας κρίσεως τοῦ θεοῦ ὀρθῶς εἴρηται τῷ Ἐλιούς, τὴν δὲ αἰτίαν, δι' ἣν ὁ Ἰὼβ πάσχει, οὔτε αὐτὸς ἐνόησεν, οὔτε οἱ φίλοι. οἱ μὲν γὰρ ἔλεγον, ὅτι κατὰ ἀντίδοσιν ὧν δέδρακε πέπονθεν, ὁ δὲ Ἐλιοὺς δοξάζει μὲν ὀρθῶς περὶ θεοῦ, οὐχ εὑρίσκει δὲ τὴν αἰτίαν τῆς κατὰ τὸν Ἰὼβ ἐπαγωγῆς. πλὴν διαφέρει τῶν φίλων, ὅτι μὴ 289 καταδικάζει τὸν δίκαιον. ἀλλ' οὐδὲ αὐτὸς ὁ μέγας Ἰὼβ οὔπω πεπληροφορημένος ἦν, δι' ἢν αἰτίαν πέπονθεν. ὅθεν διάφοροι μὲν πάντων οἱ λόγοι καλῶς μὲν καὶ ὀρθοδοξαστικῶς περὶ θεοῦ λαλούντων, ἡ δὲ τῆς πληγῆς ὑπόθεσις οὐδενὶ γνώριμος ἐτύγχανεν. τοῦτο δὲ μόνον μέμφεται τῷ Ἰὼβ ὁ Ἐλιούς, ὅτι πρὸς θεὸν ὁμοτίμως ἤθελε κρίνεσθαι, τῇ μὲν προφορᾷ τῶν ῥημάτων προσέχων, νοῆσαι δὲ ἀμηχανήσας, ἐξ οἵας ἀγάπης καὶ πίστεως τῆς περὶ θεοῦ δικαιοκρισίας ὁ ἅγιος ἀνὴρ τοὺς λόγους προέφερεν, καὶ ὡς οὐ θεοῦ κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγξαι θέλων τὴν πρὸς θεὸν ἐπόθει διαδικασίαν. Αἱ λέξεισ 34, 23 ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν, ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. ἄνδρες, φησίν, σοφοί, κατανοήσατε τὰ εἰρημένα· λόγων μὲν γὰρ ἀκοὴ κριτική, ὥσπερ διακριτικὸς βρωμάτων ὁ λάρυγξ. 34, 46 κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν, τί καλόν, ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέ μου τὸ κρίμα. ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος αὐτοῦ ἄνευ ἀδικίας. ἡμεῖς δὲ αὐτοὶ κριταὶ γενώμεθα, εἰ καλῶς ὁ Ἰὼβ λελάληκε λέγων· δίκαιος